previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[85]

Οὐκ ἀπήλλακτο δὲ θορύβου καὶ τὸ Σαμαρέων ἔθνος: συστρέφει γὰρ αὐτοὺς ἀνὴρ ἐν ὀλίγῳ τὸ ψεῦδος τιθέμενος κἀφ᾽ ἡδονῇ τῆς πληθύος τεχνάζων τὰ πάντα, κελεύων ἐπὶ τὸ Γαριζεὶν ὄρος αὐτῷ συνελθεῖν, ἁγνότατον αὐτοῖς ὀρῶν ὑπείληπται, ἰσχυρίζετό τε παραγενομένοις δείξειν τὰ ἱερὰ σκεύη τῇδε κατορωρυγμένα Μωυσέως τῇδε αὐτῶν ποιησαμένου κατάθεσιν. [86] οἱ δὲ ἐν ὅπλοις τε ἦσαν πιθανὸν ἡγούμενοι τὸν λόγον, καὶ καθίσαντες ἔν τινι κώμῃ, Τιραθανὰ λέγεται, παρελάμβανον τοὺς ἐπισυλλεγομένους ὡς μεγάλῳ πλήθει τὴν ἀνάβασιν εἰς τὸ ὄρος ποιησόμενοι. [87] φθάνει δὲ Πιλᾶτος τὴν ἄνοδον αὐτῶν προκαταλαβόμενος ἱππέων τε πομπῇ καὶ ὁπλιτῶν, οἳ συμβαλόντες τοῖς ἐν τῇ κώμῃ προσυνηθροισμένοις παρατάξεως γενομένης τοὺς μὲν ἔκτειναν, τοὺς δ᾽ εἰς φυγὴν τρέπονται ζωγρίᾳ τε πολλοὺς ἦγον, ὧν τοὺς κορυφαιοτάτους καὶ τοὺς ἐν τοῖς φυγοῦσι δυνατωτάτους ἔκτεινε Πιλᾶτος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: