previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[29]

Κωπωνίου δὲ τὴν Ἰουδαίαν διέποντος, ὃν ἔφην Κυρινίῳ συνεκπεμφθῆναι, τάδε πράσσεται. τῶν ἀζύμων τῆς ἑορτῆς ἀγομένης, ἣν πάσχα καλοῦμεν, ἐκ μέσης νυκτὸς ἐν ἔθει τοῖς ἱερεῦσιν ἦν ἀνοιγνύναι τοῦ ἱεροῦ τοὺς πυλῶνας. [30] καὶ τότε οὖν ἐπεὶ τὸ πρῶτον γίνεται ἄνοιξις αὐτῶν, ἄνδρες Σαμαρεῖται κρύφα εἰς Ἱεροσόλυμα ἐλθόντες διάρριψιν ἀνθρωπείων ὀστῶν ἐν ταῖς στοαῖς καὶ διὰ παντὸς τοῦ ἱεροῦ ἤρξαντο μὴ πρότερον ἐπὶ τοιούτοις νομίζοντες τά τε ἄλλα διὰ φυλακῆς μείζονος ἦγον τὸ ἱερόν. [31] καὶ Κωπώνιος μετ᾽ οὐ πολὺ εἰς Ῥώμην ἐπαναχωρεῖ, διάδοχος δ᾽ αὐτῷ τῆς ἀρχῆς παραγίνεται Μᾶρκος Ἀμβιβουχος, ἐφ᾽ οὗ καὶ Σαλώμη τοῦ βασιλέως Ἡρώδου ἀδελφὴ μεταστᾶσα Ἰουλίᾳ μὲν Ἰάμνειάν τε καταλείπει καὶ τὴν τοπαρχίαν πᾶσαν, τήν τ᾽ ἐν τῷ πεδίῳ Φασαηλίδα καὶ Ἀρχελαΐδα, ἔνθα φοινίκων πλείστη φύτευσις καὶ καρπὸς αὐτῶν ἄριστος. [32] διαδέχεται δὲ καὶ τοῦτον Ἄννιος Ῥοῦφος, ἐφ᾽ οὗ δὴ καὶ τελευτᾷ Καῖσαρ, δεύτερος μὲν Ῥωμαίων αὐτοκράτωρ γενόμενος ἑπτὰ δὲ καὶ πεντήκοντα τῆς ἀρχῆς ἔτη, πρὸς οἷς μῆνες ἓξ ἡμέραι δυοῖν πλείονες, τούτου δὲ αὐτῷ τοῦ χρόνου δεκατέσσαρα ἔτη συνῆρξεν Ἀντώνιος, βιώσας ἔτη ἑβδομηκονταεπτά. [33] διαδέχεται δὲ τῷ Καίσαρι τὴν ἡγεμονίαν Τιβέριος Νέρων γυναικὸς αὐτοῦ Ἰουλίας υἱὸς ὤν, τρίτος ἤδη οὗτος αὐτοκράτωρ, καὶ πεμπτὸς ὑπ᾽ αὐτοῦ παρῆν Ἰουδαίοις ἔπαρχος διάδοχος Ἀννίῳ Ῥούφῳ Οὐαλέριος Γρᾶτος: [34] ὃς παύσας ἱερᾶσθαι Ἄνανον Ἰσμάηλον ἀρχιερέα ἀποφαίνει τὸν τοῦ Φαβί, καὶ τοῦτον δὲ μετ᾽ οὐ πολὺ μεταστήσας Ἐλεάζαρον τὸν Ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν ἀρχιερέα. ἐνιαυτοῦ δὲ διαγενομένου καὶ τόνδε παύσας Σίμωνι τῷ Καμίθου τὴν ἀρχιερωσύνην παραδίδωσιν. [35] οὐ πλείων δὲ καὶ τῷδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι διεγένετο χρόνος, καὶ Ἰώσηπος καὶ Καϊάφας διάδοχος ἦν αὐτῷ. καὶ Γρᾶτος μὲν ταῦτα πράξας εἰς Ῥώμην ἐπανεχώρει ἕνδεκα ἔτη διατρίψας ἐν Ἰουδαίᾳ, Πόντιος δὲ Πιλᾶτος διάδοχος αὐτῷ ἧκεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: