previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[206]

Ἐν τούτῳ δέ τινες τῶν Ἰουδαίων συνελθόντες νεωτέρων ἐπιθυμίᾳ πραγμάτων Ματθίαν καὶ τοὺς σὺν αὐτῷ ὑφ᾽ Ἡρώδου ἀποθανόντας, οἳ παραχρῆμα τῆς εἰς τὸ πενθεῖσθαι τιμῆς φόβῳ τῷ ἐκείνου ἀπεστέρηντο, ἦσαν δὲ οἱ τῶν ἐπὶ καθαιρέσει τοῦ χρυσοῦ ἀετοῦ δεδικαιωμένων, ἐπὶ μέγα τε τῇ βοῇ καὶ οἰμωγῇ χρώμενοι καί τινα ὡς κούφισιν φέροντα τοῖς τεθνεῶσιν ἀπερρίπτουν εἰς τὸν βασιλέα. [207] συνόδου τε αὐτοῖς γενομένης ἠξίουν τιμωρίαν αὐτοῖς ὑπ᾽ Ἀρχελάου γενέσθαι κολάσεσιν τῶν ὑπὸ Ἡρώδου τιμωμένων, καὶ πάντων γε καὶ πρῶτον καὶ ἐκδηλότατα τὸν ὑπ᾽ αὐτοῦ ἀρχιερέα καθεστῶτα παύσαντα νομιμώτερόν τε ἅμα καὶ καθαρὸν ἀρχιερᾶσθαι ἄνδρα αἱρεῖσθαι. [208] τούτοις Ἀρχέλαος καίπερ δεινῶς φέρων ἐπένευεν τὴν ὁρμὴν αὐτῶν διὰ τὴν ἐπὶ Ῥώμης ὁδὸν ἀνύεσθαι προκείμενον αὐτῷ τάχος ἐπὶ περισκοπήσει τῶν δοξάντων Καίσαρι. [209] πέμψας δὲ τὸν στρατηγὸν πειθοῖ χρῆσθαι, καὶ τῆς ἐπὶ τοιούτοις μωρίας ἀποστάντας σκοπεῖν, θάνατόν τε, ὃς τοῖς φίλοις αὐτῶν συνέλθοι, μετὰ νόμων γεγονότα, καὶ τὰς αἰτήσεις ὡς ἐπὶ μέγα τοῦ ὑβρίζειν προΐοιεν, τούς τε καιροὺς οὐκ ἐν τοιοῖσδε εἶναι, μᾶλλον δὲ τοῦ ὁμονοεῖν ἕως καταστησάμενος τὴν ἀρχὴν ἐπινεύσει τῇ Καίσαρος ἀφίκοιτο ὡς αὐτούς: τότε γὰρ κοινῇ βουλεύσειν περὶ ὧν ἀξιοῖεν σὺν αὐτοῖς: ἄρτι δὲ ἀνέχειν, μὴ καὶ στασιάζειν δοκοῖεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: