previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[196]

Ἐντεῦθεν δὲ τάφον ἡτοίμαζον τῷ βασιλεῖ μελῆσαν Ἀρχελάῳ πολυτελεστάτην γενέσθαι τὴν ἐκκομιδὴν τοῦ πατρὸς καὶ πάντα τὸν κόσμον προκομίσαντος εἰς συμπομπεύσειε τῷ νεκρῷ. [197] ἐφέρετο δὲ ἐπὶ κλίνης χρυσέας λίθοις πολυτελέσιν καὶ ποικίλοις διαπεπασμένης, στρωμνή τε ἦν ἁλουργὴς καὶ ἠμπέσχετο πορφυρίσιν νεκρὸς διαδήματι ἠσκημένος ὑπερκειμένου στεφάνου χρυσέου σκῆπτρόν τε τῇ δεξιᾷ παρακείμενον. [198] περί τε τὴν κλίνην οἵ τε υἱεῖς καὶ τὸ πλῆθος ἦν τῶν συγγενῶν, ἐπὶ δὲ τούτοις τὸ στρατιωτικὸν κατὰ οἰκεῖα ἔθνη προσηγορίας διέκειντο αὐτοῖς νεμηθέντες, πρῶτοι μὲν οἱ δορυφόροι, μετὰ δὲ τὸ Θρᾴκιον, ἐπὶ δὲ τούτοις ὁπόσοι Γερμανῶν, καὶ τὸ Γαλατικὸν μετ᾽ αὐτούς, ἐν τῷ κόσμῳ πάντες τῷ πολεμιστηρίῳ. [199] τούτων δὲ κατόπιν ἤδη πᾶς στρατὸς ὥσπερ ἐς πόλεμον ἐξοδεύοντες ὥσπερ ὑπὸ λοχαγῶν ἀγόμενοι καὶ τοῖς ταξιαρχοῦσιν αὐτῶν. τούτοις ἐπετετάχατο πεντακόσιοι τῶν οἰκετῶν ἀρωματοφόροι. ᾔεσαν δὲ ἐπὶ Ἡρωδίου στάδια ὀκτώ: τῇδε γὰρ αὐτῷ ἐγένοντο αἱ ταφαὶ κελεύσματι τῷ αὐτοῦ. Ἡρώδης μὲν δὴ τοῦτον ἐτελεύτα τὸν τρόπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: