previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[188]

Τὰς δὲ διαθήκας αὖθις μετέγραφεν μεταβολῆς αὐτῷ περὶ τὴν διάνοιαν γενομένης, Ἀντίπαν μέν, τὴν βασιλείαν καταλελοίπει, τετράρχην καθιστὰς Γαλιλαίας τε καὶ Περαίας, Ἀρχελάῳ δὲ τὴν βασιλείαν χαριζόμενος, [189] τὴν δὲ Γαυλωνῖτιν καὶ Τραχωνῖτιν καὶ Βαταναίαν καὶ Πανιάδα Φιλίππῳ παιδὶ μὲν τῷ αὐτοῦ Ἀρχελάου δὲ ἀδελφῷ γνησίῳ τετραρχίαν εἶναι, Ἰάμνειαν δὲ καὶ Ἄζωτον καὶ Φασαηλίδα Σαλώμῃ τῇ ἀδελφῇ κατανέμει καὶ ἀργυρίου ἐπισήμου μυριάδας πεντήκοντα. [190] προυνόησε δὲ καὶ τῶν λοιπῶν, ὁπόσοι συγγενεῖς ἦσαν αὐτῷ, χρημάτων τε δόσεσι καὶ προσόδων ἀναφοραῖς ἑκάστους ἐν εὐπορίᾳ καθιστάμενος. Καίσαρι δὲ ἀργυρίου μὲν ἐπισήμου μυριάδας χιλίας, χωρὶς δὲ σκεύη τὰ μὲν χρυσοῦ τὰ δ᾽ ἀργύρου καὶ ἐσθῆτα πάνυ πολλοῦ τέλους, Ἰουλίᾳ δὲ τῇ Καίσαρος γυναικὶ καί τισιν ἑτέροις πεντακοσίας μυριάδας. [191] ταῦτα πράξας ἡμέρᾳ πέμπτῃ μεθ᾽ Ἀντίπατρον κτείνει τὸν υἱὸν τελευτᾷ, βασιλεύσας μεθ᾽ μὲν ἀνεῖλεν Ἀντίγονον ἔτη τέσσαρα καὶ τριάκοντα, μεθ᾽ δὲ ὑπὸ Ῥωμαίων ἀπεδέδεικτο ἑπτὰ καὶ τριάκοντα, ἀνὴρ ὠμὸς εἰς πάντας ὁμοίως καὶ ὀργῆς μὲν ἥσσων κρείσσων δὲ τοῦ δικαίου, τύχῃ δὲ εἰ καί τις ἕτερος κεχρημένος εὐμενεῖ. [192] ἔκ τε γὰρ ἰδιώτου βασιλεὺς καταστὰς καὶ κινδύνοις περιστοιχιζόμενος μυρίοις πάντων ποιεῖται διάδρασιν καὶ τοῦ ζῆν ἐπὶ μήκιστον ἐξίκετο. ὁπόσα δὲ τὰ κατ᾽ οἶκον περὶ υἱεῖς τοὺς αὐτοῦ, ὅσα μὲν γνώμῃ τῇ ἐκείνου καὶ πάνυ δεξιᾷ κεχρημένος διὰ τὸ κρίνας ἐχθροὺς κρατεῖν οὐχ ὑστερῆσαι, δοκεῖν δ᾽ ἐμοὶ καὶ πάνυ δυστυχής.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
  • Cross-references to this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: