previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[182]

Ταῦτα δὲ ἐπιστέλλοντος αὐτοῦ πρὸς τοὺς συγγενεῖς γράμματα παρῆν ὑπὸ τῶν εἰς Ῥώμην πρέσβεων ἀπεσταλμένων πρὸς Καίσαρα. καὶ ἀναγνωσθέντων τὸ κεφάλαιον ἦν, ὡς τῆς τε Ἀκμῆς ὀργῇ τῇ Καίσαρος ἀνῃρημένης ἐφ᾽ οἷς Ἀντιπάτρῳ συγκακουργήσειεν, αὐτόν τε Ἀντίπατρον ὡς ἐπὶ γνώμῃ τῇ ἐκείνου ποιοῖτο ὡς πατρὸς καὶ βασιλέως, εἴτε φυγάδα ἐλαύνειν ἐθελήσειεν, εἴτε καὶ κτιννύειν. [183] τούτων ἀκροώμενος Ἡρώδης βραχὺ μὲν ἀνήνεγκεν ἡδονῇ τῶν γεγραμμένων θανάτῳ τε τῆς Ἀκμῆς ἐπαιρόμενος καὶ ἐξουσίᾳ τῆς ἐπὶ τῷ παιδὶ τιμωρίας, περιουσῶν δὲ εἰς μέγα τῶν ἀλγηδόνων παρίετο τεταλαιπωρημένος σιτίων: καὶ ᾔτησε μῆλον καὶ μαχαίριον: ἦν γὰρ ἐν ἔθει καὶ πρότερον αὐτῷ περιλέψαντι αὐτὸ δι᾽ αὐτοῦ καὶ κατ᾽ ὀλίγον τεμόντι ἐσθίειν. [184] λαβὼν δὲ καὶ περισκεψάμενος γνώμην εἶχεν παίσων ἑαυτόν, κἂν ἐπεπράχει μὴ φθάσαντος αὐτοῦ καταλαβεῖν τὴν δεξιὰν Ἀχιάβου: ἀνεψιὸς ἦν αὐτοῦ. καὶ μέγα ἀνακραγόντος οἰμωγή τε αὖθις ἀνὰ τὸ βασίλειον ἦν καὶ θόρυβος μέγας ὡς οἰχομένου τοῦ βασιλέως. [185] καὶ Ἀντίπατρος, πιστεύει γὰρ τέλος ἀληθῶς τὸν πατέρα ἔχειν, θάρσει τε ἐχρῆτο ἐπὶ τοῖς λόγοις ὅλος ὡς ἤδη τῶν δεσμῶν ἀφησόμενος καὶ τὴν βασιλείαν ἀκονιτὶ δεξόμενος εἰς χεῖρας, καὶ τῷ εἱρκτοφύλακι περὶ ἀφέσεως ἦν αὐτοῦ διάλογος μεγάλα ὑπισχνουμένου εἰς τὸ παρὸν καὶ ταὖθις, ὡς ἂν περὶ τοιῶνδε τοῦ ἀγῶνος ἐνεστηκότος. [186] δὲ οὐ μόνον ἀπειθὴς ἦν πράσσειν ἐφ᾽ οἷς ἠξίου Ἀντίπατρος, ἀλλὰ καὶ τῷ βασιλεῖ ἀποσημαίνει διάνοιαν τὴν ἐκείνου πολλῇ καὶ προσεισφορᾷ παρ᾽ αὑτοῦ χρώμενος. [187] δὲ Ἡρώδης καὶ πρότερον οὐχ ἡσσώμενος οὐδ᾽ εὐνοίᾳ τοῦ υἱέος ἐπεὶ ἤκουσε τοῦ εἱρκτοφύλακος ταῦτα εἰρηκότος, ἀνεβόησέν τε ἀνατυψάμενος τὴν κεφαλὴν καίπερ ἐν τῷ ὑστάτῳ ὢν καὶ ἐπὶ τὸν ἀγκῶνα περιάρας ἑαυτὸν κελεύει πέμψας τινὰ τῶν δορυφόρων μηδὲν εἰς ἀναβολὰς ἀλλ᾽ ἐκ τοῦ ὀξέος κτείνασιν αὐτὸν ἐν Ὑρκανίᾳ ταφὰς ἀσήμους ποιεῖσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: