previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[131]

δὲ Οὔαρος ἐπειδὴ πολλάκις ἀνακρίνων τὸν Ἀντίπατρον οὐδὲν εὑρίσκετο πλέον τῆς ἀνακλήσεως τοῦ θεοῦ, ὁρῶν ἀπέραντον ὂν τὸ γινόμενον ἐκέλευσε τὸ φάρμακον εἰς μέσους ἐνεγκεῖν, ἵν᾽ εἰδῇ τὴν περιοῦσαν αὐτῷ δύναμιν. [132] καὶ κομισθέντος τῶν ἐπὶ θανάτῳ τις ἑαλωκότων πίνει κελεύσαντος Οὐάρου καὶ παραχρῆμα ἔθανεν. τότε δὲ ἐξαναστὰς ἀπῄει τοῦ συνεδρίου καὶ τῇ ἑξῆς ἐπ᾽ Ἀντιοχείας, ᾗπερ δὴ καὶ τὸ πλεῖστον ἦσαν αὐτῷ διατριβαὶ διὰ τὸ Σύροις τοῦτο βασίλειον εἶναι. Ἡρώδης δὲ παραχρῆμα μὲν ἔδησε τὸν υἱόν. [133] ἄδηλοι δὲ τοῖς πολλοῖς ἦσαν αἱ Οὐάρου πρὸς αὐτὸν ὁμιλίαι καὶ τί εἰπὼν ἀπεληλύθει. εἰκάζετο δὲ τοῖς πολλοῖς γνώμῃ τῇ ἐκείνου πράσσειν ὁπόσα περὶ τὸν Ἀντίπατρον ἔπραξεν. δήσας δὲ αὐτὸν εἰς Ῥώμην ὡς Καίσαρα ἐκπέμπει γράμματα περὶ αὐτοῦ καὶ τοὺς ἀπὸ γλώσσης διδάξοντας τὸν Καίσαρα τὴν κακίαν τοῦ Ἀντιπάτρου καὶ Κωπωνίου γνώμη τὴν Καίσαρος. [134] ἁλίσκεται δὲ ὑπὸ τὰς αὐτὰς ἡμέρας καὶ ἐπιστολὴ ὑπὸ Ἀντιφίλου πρὸς Ἀντίπατρον γεγραμμένη, ἐν Αἰγύπτῳ δὲ αὐτὸς διέτριβεν, καὶ λυθεῖσα ὑπὸ τοῦ βασιλέως τάδε ἐδήλου: ‘ἔπεμψά σοι τὴν παρ᾽ Ἀκμῆς ἐπιστολὴν μὴ φεισάμενος τῆς ἐμῆς ψυχῆς: οἶσθα γὰρ, ὅτι αὖθις κινδυνεύω ὑπὸ δύο οἰκιῶν, εἰ γνωσθείην. [135] σὺ δ᾽ εὐτυχοίης περὶ τὸ πρᾶγμα.’ καὶ μὲν ἐπιστολὴ τάδε ἐδήλου. ἐζήτει δὲ βασιλεὺς καὶ τὴν ἑτέραν ἐπιστολήν, οὐ μὴν φανερά γε ἦν, καὶ τοῦ Ἀντιφίλου δοῦλος ὃς τὴν ἀναγνωσθεῖσαν ἔφερεν ἠρνεῖτο ἑτέραν παραλαβεῖν. [136] ἀπορίας οὖν ἐχούσης τὸν βασιλέα τῶν φίλων τις τῶν τοῦ Ἡρώδου θεώμενος ὑπερραμμένον τοῦ δούλου τὸν ἐντὸς χιτῶνα, ἐνεδεδύκει γὰρ δύο, εἴκασεν ἐντὸς τῆς ἐπιπτυχῆς κρύπτεσθαι τὰ γράμματα: καὶ ἦν δὲ οὕτως. [137] λαμβάνουσιν οὖν τὴν ἐπιστολὴν ἐγγεγραμμένα τε ἦν ἐν αὐτῇ τάδε: ‘Ἀκμὴ Ἀντιπάτρῳ. ἔγραψα τῷ πατρί σου οἵαν ἤθελες ἐπιστολὴν καὶ ἀντίγραφον ποιήσασα τῇ πρὸς τὴν ἐμὴν κυρίαν ὡς παρὰ Σαλώμης ἔγραψα, [138] ἣν ἀναγνοὺς οἶδ᾽ ὅτι τιμωρήσεται Σαλώμην ὡς ἐπίβουλον.’ ἦν δὲ παρὰ τῆς Σαλώμης δοκοῦσα εἶναι πρὸς τὴν δέσποιναν αὐτῆς ὑπ᾽ Ἀντιπάτρου ἐπ᾽ ὀνόματι τῷ Σαλώμης ὅσα γοῦν διάνοια θέλοι ὑπηγορευμένη, λέξει δὲ συνέκειτο αὐτῆς. [139] τὰ δὲ γεγραμμένα ἦν τοιάδε: ‘Ἀκμὴ βασιλεῖ Ἡρώδῃ. ἐγὼ ἔργον ποιουμένη μηδέν σε λανθάνειν τῶν κατὰ σοῦ γινομένων, εὑροῦσα ἐπιστολὴν Σαλώμης πρὸς τὴν ἐμὴν κυρίαν κατὰ σοῦ γεγραμμένην ἐπικινδύνως ἐμαυτῇ σοὶ δὲ ὠφελίμως ἐξεγραψάμην καὶ ἀπέστειλά σοι. ταύτην δὲ ἐκείνη ἔγραψεν γήμασθαι θέλουσα Συλλαίῳ. κατάσχισον οὖν τὴν ἐπιστολήν, ἵνα μὴ κἀγὼ τῷ ζῆν κινδυνεύσω.’ [140] πρὸς δὲ αὐτὸν ἐγέγραπτο Ἀντίπατρον διασαφούσης, ὅτι διακονουμένη κελεύσματι τῷ ἐκείνου αὐτή τε γράψειε πρὸς Ἡρώδην, ὡς Σαλώμης ἐπιβούλως αὐτῷ πράσσειν ἐπειγομένης τὰ πάντα, καὶ ἀντίγραφον τῆς ὡς πρὸς δέσποιναν τὴν αὐτῆς πεμφθείσης ἐπιστολῆς ὑπὸ Σαλώμης ἀποπέμψειεν αὐτῷ. [141] ἦν δὲ Ἀκμὴ Ἰουδαία μὲν τὸ γένος, ἐδούλευε δὲ Ἰουλίᾳ τῇ Καίσαρος γυναικὶ καὶ ἔπρασσε ταῦτα φιλίᾳ τῇ Ἀντιπάτρου ὠνηθεῖσα ὑπ᾽ αὐτοῦ μεγάλῃ δόσει χρημάτων συγκακουργεῖν κατά τε τοῦ πατρὸς καὶ κατὰ τῆς τηθίδος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: