previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[68]

Ταῦτα συνῇδεν γὰρ τοῖς λόγοις τῆς ἀδελφῆς, καὶ πολὺ τοῦ μὴ ἀπιστίαν ἔτι ὑποπτεύεσθαι συνῆγεν αὐτοῖς, βασιλεὺς κρατυνάμενος ἐπὶ κακίᾳ τῇ Ἀντιπάτρου τὴν Δῶριν τὴν μητέρα αὐτοῦ πάντα τὸν περὶ αὐτὴν κόσμον ταλάντων πολλῶν ὄντα ἀφελόμενος ἔπειτα αὐτὴν ἀποπέμπεται καὶ ταῖς Φερώρου γυναιξὶν φιλίαν ἐσπείσατο. [69] μάλιστα δ᾽ ἐξώτρυνεν εἰς ὀργὴν κατὰ τοῦ παιδὸς τὸν βασιλέα Σαμαρείτης ἀνὴρ Ἀντίπατρος ἐπιτροπεύων τὸν υἱὸν τοῦ βασιλέως Ἀντίπατρον, ἄλλα τε αὐτοῦ ἐν ταῖς βασάνοις κατειπὼν καὶ ὅτι παρασκευασάμενος φάρμακον θανάσιμον δοίη Φερώρᾳ κελεύσας παρὰ τὴν ἀποδημίαν αὐτοῦ, ἵν᾽ ὡς πλεῖστον ἀφεστήκοι τῶν ἐν τοιούτοις ὑποτοπασμῶν, τῷ πατρὶ δοῦναι. [70] καὶ κομίσαι μὲν Ἀντίφιλον ἐξ Αἰγύπτου τὸ φάρμακον ἕνα τῶν Ἀντιπάτρου φίλων, σταλῆναι δὲ ὡς Φερώραν διὰ Θευδίωνος μητρὸς Ἀντιπάτρου ἀδελφοῦ τοῦ βασιλέως παιδός, καὶ οὕτως ἐλθεῖν τὸ φάρμακον εἰς τὴν γυναῖκα τὴν Φερώρου δόντος φυλάσσειν τοῦ ἀνδρὸς αὐτῆς. [71] δὲ ὡμολόγει μὲν ἀνακρίναντος τοῦ βασιλέως, καὶ δραμοῦσα ὡς κομίσειεν ῥίπτει κατὰ τέγους ἑαυτήν, οὐ μὴν τελευτᾷ ἐπὶ πόδας τῆς πτώσεως γενομένης. [72] καὶ οὕτως ἐπεὶ ἀνεκτήσατο αὐτὴν ἄδειάν τε αὐτῇ ὑπισχνούμενος καὶ τοῖς οἰκείοις μηδὲν ἐπ᾽ ἀφανισμῷ τἀληθοῦς τρεπομένῃ, τρίψειν γε μὴν κακοῖς τοῖς ὑστάτοις ἀγνωμονεῖν προθεμένην, ὑπισχνεῖται καὶ ὤμοσεν μὴν ἐρεῖν τὰ πάντα ὃν ἐπράχθη τρόπον, λέγουσα μὲν, ὡς ἔφασαν οἱ πολλοὶ τῶν ἀνθρώπων ἀληθῆ τὰ πάντα. [73] κεκόμισται γὰρ ἐκ τῆς Αἰγύπτου τὸ φάρμακον ὑπ᾽ Ἀντιφίλου, ἀδελφὸς δ᾽ ἐκείνῳ ἰατρὸς ὢν ἐπόρισεν, καὶ Θευδίωνος ὡς ἡμᾶς κομίσαντος ἐφύλασσον αὐτὴ παρὰ Φερώρου λαβοῦσα ἐπὶ σὲ ἡτοιμασμένον ὑπὸ Ἀντιπάτρου. [74] ἐπεὶ οὖν ἐνόσει Φερώρας καὶ ἐθεράπευες αὐτὸν ἀφικόμενος, ὁρῶν σου τὴν εὔνοιαν, περὶ αὐτὸν ἐχρῶ, ἐπεκλάσθη τε τῇ διανοίᾳ καὶ μετακαλέσας με, ‘ γύναι, φησίν, περιώδευσέ με Ἀντίπατρος ἐπὶ πατρὶ μὲν τῷ αὐτοῦ, ἀδελφῷ δὲ τῷ 'μῷ, θανάσιμόν τε γνώμην συνθεὶς καὶ φάρμακον διακονήσοιτο αὐτῇ πεπορισμένος. [75] νῦν οὖν, ἐπειδὴ τε ἀδελφὸς οὐδὲν ἀρετῇ πρότερον ἐχρῆτο περὶ ἐμοῦ ὑφαιρῶν ὦπται ἐμέ τε ἐλπὶς οὐκ εἰς μακρὰν ἀπέσεσθαι τοῦ βίου, φέρε μὴ γνώμῃ ἀδελφοκτόνῳ ἀποτισοίμην προπάτορας τοὺς ἐμαυτοῦ, τὸ φάρμακον καίειν τε ἐμοῦ βλέποντος, [76] κομίσασά τε οὐδὲν εἰς ἀναβολὰς πράσσειν τοῦ ἀνδρὸς τὰς ἐπιστολάς.’ καὶ τὸ μὲν πλεῖστον καύσασαν τοῦ φαρμάκου τυχεῖν, ὑπολιπέσθαι δὲ ὀλίγον, ἵνα εἰ Φερώρου μεταστάντος περιέποι κακῶς αὐτὴν βασιλεύς, μεθίσταιτο αὐτῷ διάδρασιν ποιουμένη τῶν ἀναγκῶν. [77] ταῦτα εἰποῦσα τό τε φάρμακον καὶ τὴν πυξίδα εἰς τὸ μέσον παρῆγεν. καὶ ἀδελφὸς δὲ Ἀντιφίλου ἕτερος καὶ μήτηρ αὐτοῦ ἀνάγκαις τε καὶ βασάνων σφοδρότητι ταὐτὰ ἔλεγον καὶ ἐγνώριζον τὴν πυξίδα. [78] κατηγορεῖτο δὲ καὶ τοῦ ἀρχιερέως θυγάτηρ, γυνὴ δὲ τοῦ βασιλέως, ὡς πάντων ἵστωρ τούτων γενομένη κρύπτειν προθυμηθεῖσα αὐτά. καὶ διὰ τάδε Ἡρώδης ἐκείνην τε ἐξέβαλεν καὶ τὸν υἱὸν αὐτῆς ἐξήλειψε τῶν διαθηκῶν εἰς βασιλεύσοι μενουσῶν, καὶ τὸν πενθερὸν τὴν ἀρχιερωσύνην ἀφείλετο Σίμωνα τὸν τοῦ Βοηθοῦ, καθίσταται δὲ Ματθίαν τὸν Θεοφίλου Ἱεροσολυμίτην γένος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: