previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[46]

Ἡρώδης δὲ κολάσας τῶν Φαρισαίων τοὺς ἐπὶ τοῖσδε ἐληλεγμένους συνέδριόν τε ποιεῖται τῶν φίλων καὶ κατηγορίαν τῆς Φερώρου γυναικός, τήν τε ὕβριν τῶν παρθένων τῇ τόλμῃ τῆς γυναικὸς ἀνατιθεὶς καὶ ἔγκλημα ταύτην ἀτιμίαν αὐτῷ ποιούμενος, [47] ὥστε ἀγωνοθετῶν στάσιν αὐτῷ πρὸς τὸν ἀδελφὸν πόλεμον ἐκ φύσεως αὐτοῖς καὶ λόγῳ καὶ δι᾽ ἔργων ὁπόσα δύναιτο, τήν τε διάλυσιν τῆς ζημίας τῆς ὑπ᾽ αὐτοῦ ἐπιβληθείσης τέλεσι διαφευχθείσης τοῖς ἐκείνης, τῶν τε νῦν πεπραγμένων οὐδὲν τι οὐ μετ᾽ αὐτῆς. [48]ἀνθ᾽ ὧν, Φερώρα, καλῶς εἶχεν οὐ δεήσει οὐδὲ γνωμῶν εἰσηγήσεως τῶν ἐμῶν αὐτοκέλευστον ἀποπέμπεσθαι γυναῖκα ταύτην ὡς πολέμου τοῦ πρός μέ σοι αἰτίαν ἐσομένην: καὶ νῦν, εἴπερ ἀντιποιῇ συγγενείας τῆς ἐμῆς, ἀπείπασθαι τήνδε τὴν γαμετήν: μενεῖς γὰρ οὕτως ἀδελφός τε καὶ στέργειν οὐκ ἀπηλλαγμένος.’ [49] Φερώρας δὲ καίπερ λόγων ἀρετῇ περιωθούμενος οὔτε συγγενείας τῆς πρὸς τὸν ἀδελφὸν ἔλεγε κινήσειν δίκαιον οὐδὲν οὔτε τῶν πρὸς τὴν γαμετὴν εὐνοιῶν, αἱρεῖσθαί τε πρότερον θανεῖν ζῶν τολμᾶν ἀπεστερῆσθαι γυναικὸς αὐτῷ κεχαρισμένης. [50] Ἡρώδης δὲ Φερώρᾳ μὲν ὑπερεβάλλετο τὴν ἐπὶ τούτοις ὀργὴν καίπερ ἀνήδονον τιμωρίαν εἰσπεπραγμένος, Ἀντιπάτρῳ δὲ ἀπεῖπε καὶ μητρὶ τῇ ἐκείνου Φερώρᾳ τε μὴ ὁμιλεῖν καὶ τῶν γυναικῶν φυλάσσεσθαι τὸ εἰς ταὐτὸν συνεσόμενον. [51] οἱ δ᾽ ὡμολόγουν μέν, συνῄεσαν δὲ καιρὸς καὶ συνεκώμαζον Φερώρας καὶ Ἀντίπατρος. ἐφοίτα δὲ λόγος ὁμιλεῖν καὶ Ἀντιπάτρῳ τὴν Φερώρου γυναῖκα συμπρασσούσης αὐτοῖς τὰ εἰς τὴν σύνοδον τῆς Ἀντιπάτρου μητρός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: