previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[32]

Ἡρώδου δ᾽ ἐν οἷς εἶπον ὄντος ἀφεώρα τὰ πάντα πράγματα εἰς Ἀντίπατρον, κἀφ᾽ οἷς ὠφελήσειεν κυροῦν οὐκ ἀπήλλακτο ἐξουσίας ἐπικεχωρηκότος τε τοῦ πατρὸς ἐλπίδι εὐνοίας καὶ πίστεως, καὶ περαιτέρω κτᾶσθαι τὴν ἐπ᾽ αὐτοῖς ἐξουσίαν τολμηρὸς καθιστάμενος διὰ τὸ ἄδηλος τῷ πατρὶ εἶναι κακουργῶν κἀφ᾽ οἷς εἴπειεν πιστότατος. [33] ἦν τε πᾶσιν φοβερὸς οὐχ οὕτως ἰσχύι τῆς ἐξουσίας, ὡς τοῦ κακοτρόπου τῷ προμηθεῖ: μάλιστα δ᾽ αὐτὸν Φερώρας ἐθεράπευεν καὶ ἀντεθεραπεύετο δεινῶς, πάνυ τοῦ Ἀντιπάτρου περιστοιχίσαντος αὐτὸν καὶ τὴν γυναικωνῖτιν συνισταμένου τὰ πρὸς αὐτόν: [34] ἐδεδούλωτο γὰρ Φερώρας γαμετῇ τε καὶ μητρὶ ταύτης καὶ ἀδελφῇ καὶ ταῦτα μισῶν τὰς ἀνθρώπους ὕβρει θυγατέρων αὐτοῦ παρθένων: ἀλλ᾽ ὅμως ἠνείχετο, πράσσειν τε οὐδὲν ἦν δίχα τῶν γυναικῶν ἐκπεριωδευκυιῶν τὸν ἄνθρωπον καὶ ἀλλήλαις εὐνοίᾳ συμπράσσειν τὰ πάντα μὴ ἀπηλλαγμένων, [35] ὥστε παντοίως Ἀντίπατρος ὑπῆκτο αὐτὰς καὶ δι᾽ αὐτοῦ καὶ διὰ τῆς μητρός: ταὐτὸν γὰρ αἵδε αἱ τέσσαρες γυναῖκες ἔλεγον. καὶ Φερώρᾳ δὲ πρὸς Ἀντίπατρον ἐπ᾽ οὐδαμινοῖς τισιν αἱ γνῶμαι διήλλασσον. [36] ἀντίσπασμα δ᾽ ἦν αὐτοῖς βασιλέως ἀδελφὴ περισκοποῦσά τε ἐκ πλείονος τὰ πάντα καὶ τὴν εὔνοιαν αὐτῶν ἐπὶ κακοῖς τοῖς Ἡρώδου πρασσομένην εἰδυῖά τε καὶ μηνύειν οὐκ ἀποτετραμμένη. [37] καὶ γνόντες ἐν ἀπεχθείᾳ βασιλεῖ τὴν εὔνοιαν αὐτῶν οὖσαν ἐπινοοῦσιν ὥστε φανερὰν μὲν μὴ εἶναι τὴν πρὸς ἀλλήλους αὐτῶν σύνοδον, μίσους δὲ καὶ λοιδοριῶν καιρὸς προσποίησιν, καὶ μάλιστα Ἡρώδου παρατυγχάνοντος οἳ πρὸς αὐτὸν ἀπαγγέλλειν ἔμελλον, κρυπτῶς δὲ τὰ τῆς εὐνοίας ὀχυρώτερα καθίστασθαι. [38] καὶ ἔπρασσον οὕτως. ἐλάνθανεν δὲ τὴν Σαλώμην οὔτε πρῶτον διάνοια αὐτῶν ἐπὶ τοιοῖσδε ὡρμημένων οὔτε ἐπειδὴ * χρῆσθαι οὐκ ἀπήλλακτο αὐτή: πάντα δὲ ἀνίχνευέν τε καὶ πρὸς τὸν ἀδελφὸν μειζόνως ἐκδεινοῦσα ἀπεσήμαινεν συνόδους τε κρυπτὰς καὶ πότους βουλευτήριά τε ἀφανῶς κατεσκευασμένα, ὧν μὴ ἐπ᾽ ὀλέθρῳ τῷ ἐκείνου συντιθεμένων κἂν πεφανερῶσθαι μὴ κεκωλῦσθαι. [39] νῦν δὲ τοὺς μὲν ἐκ τοῦ προὔπτου διαφόρους καὶ τὰ πάντα ἐπὶ βλάβῃ τῇ ἀλλήλων λέγοντας, εἰς δὲ τὸ ἀφανὲς τοῖς πολλοῖς τὴν εὔνοιαν ἀνατιθεμένους καὶ ὁπότε ἀλλήλοις συμμονωθεῖεν φίλια πράσσειν μὴ ἀπηλλαγμένους, ὁμολογεῖν πολεμεῖν πρὸς οὓς λανθάνειν χρώμενοι εὐνοίᾳ τῇ ἀλλήλων ἐσπουδάκοιεν. [40] καὶ μὲν ταῦτ᾽ ἀνίχνευέν τε καὶ ἀκριβῶν τυγχάνουσα τῷ ἀδελφῷ ἀνέφερεν συνιέντι μὲν ἤδη τὰ πολλὰ καὶ δι᾽ ἑαυτοῦ, εἰς δὲ τὸ θαρσεῖν οὐ διακενῆς ὑπονοῶν καθισταμένῳ διαβολαῖς τῆς ἀδελφῆς. [41] καὶ ἦν γὰρ μόριόν τι Ἰουδαϊκὸν ἀνθρώπων ἐπ᾽ ἐξακριβώσει μέγα φρονοῦν τοῦ πατρίου καὶ νόμων οἷς χαίρει τὸ θεῖον προσποιουμένων, οἷς ὑπῆκτο γυναικωνῖτις, Φαρισαῖοι καλοῦνται, βασιλεῖ δυναμένῳ μάλιστα πράσσειν προμηθεῖς κἀκ τοῦ προὔπτου εἰς τὸ πολεμεῖν τε καὶ βλάπτειν ἐπηρμένοι. [42] παντὸς γοῦν τοῦ Ἰουδαϊκοῦ βεβαιώσαντος δι᾽ ὅρκων μὴν εὐνοήσειν Καίσαρι καὶ τοῖς βασιλέως πράγμασιν, οἵδε οἱ ἄνδρες οὐκ ὤμοσαν ὄντες ὑπὲρ ἑξακισχίλιοι, καὶ αὐτοὺς βασιλέως ζημιώσαντος χρήμασιν Φερώρου γυνὴ τὴν ζημίαν ὑπὲρ αὐτῶν εἰσφέρει. [43] οἱ δὲ ἀμειβόμενοι τὴν εὔνοιαν αὐτῆς, πρόγνωσιν δὲ ἐπεπίστευντο ἐπιφοιτήσει τοῦ θεοῦ, προύλεγον, ὡς Ἡρώδῃ μὲν καταπαύσεως ἀρχῆς ὑπὸ θεοῦ ἐψηφισμένης αὐτῷ τε καὶ γένει τῷ ἀπ᾽ αὐτοῦ, τῆς δὲ βασιλείας εἴς τε ἐκείνην περιηξούσης καὶ Φερώραν παῖδάς τε οἳ εἶεν αὐτοῖς. [44] καὶ τάδε, οὐ γὰρ ἐλάνθανεν τὴν Σαλώμην, ἐξάγγελτα βασιλεῖ ἦν, καὶ ὅτι τῶν περὶ τὴν αὐλὴν διαφθείροιέν τινας. καὶ βασιλεὺς τῶν τε Φαρισαίων τοὺς αἰτιωτάτους ἀναιρεῖ καὶ Βαγώαν τὸν εὐνοῦχον Κᾶρόν τέ τινα τῶν τότε προύχοντα ἀρετῇ τοῦ εὐπρεποῦς καὶ παιδικὰ ὄντα αὐτοῦ. κτείνει δὲ καὶ πᾶν τι τοῦ οἰκείου συνειστήκει οἷς Φαρισαῖος ἔλεγεν. [45] ἦρτο δὲ Βαγώας ὑπ᾽ αὐτῶν ὡς πατήρ τε καὶ εὐεργέτης ὀνομασθησόμενος τοῦ ἐπικατασταθησομένου προρρήσει βασιλέως: κατὰ χεῖρα γὰρ ἐκείνῳ τὰ πάντ᾽ εἶναι, παρέξοντος αὐτῷ γάμου τε ἰσχὺν καὶ παιδώσεως τέκνων γνησίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (13 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: