previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[345]

Πρότερον δὲ κληθεὶς ἐπὶ Ῥώμης ἀνελθεῖν Ἀρχέλαος ὄναρ τοιόνδε ἐκδιηγεῖται τοῖς φίλοις θεασάμενος: ἀστάχυας δέκα τὸν ἀριθμὸν πλέους πυροῦ τὴν ἰδίαν ἀκμὴν ἀπειληφότας δόξα ἦν αὐτῷ βιβρωσκομένους ὑπὸ βοῶν θεωρεῖν. καὶ περιεγρόμενος φέρειν εἰς μέγα δόξαν τὴν ὄψιν αὐτῷ μεταστέλλεται τοὺς μάντεις, οἷς περὶ ὀνειράτων ἦσαν αἱ ἀναστροφαί. [346] σκιδναμένων δὲ ἑτέρων ἐφ᾽ ἑτέροις, οὐ γὰρ εἰς ἕνα ἔκειτο πᾶσιν ἀφήγησις, Σίμων ἀνὴρ γένος Ἐσσαῖος ἀσφάλειαν αἰτησάμενος, μεταβολὴν πραγμάτων ἔλεγεν Ἀρχελάῳ φέρειν τὴν ὄψιν οὐκ ἐπ᾽ ἀγαθοῖς πράγμασιν: [347] βόας μὲν γὰρ κακοπαθείας τε ἀποσαφεῖν διὰ τὸ ἔργοις ἐπιταλαιπωρεῖν τὸ ζῷον, μεταβολὰς δὲ αὖ πραγμάτων διὰ τὸ τὴν γῆν πόνῳ τῷ ἐκείνων ἀρουμένην ἐν ταὐτῷ μένειν οὐ δύνασθαι: τοὺς δὲ ἀστάχυας δέκα ὄντας τοσῶνδε ἀριθμὸν ἐνιαυτῶν ὁρίζειν, περιόδῳ γὰρ ἑνὸς παραγίνεσθαι θέρος, καὶ τὸν χρόνον ἐξήκειν Ἀρχελάῳ τῆς ἡγεμονίας. [348] καὶ μὲν ταύτῃ ἐξηγήσατο τὸν ὄνειρον. πέμπτῃ δὲ ἡμέρᾳ μεθ᾽ τὸ πρῶτον αὐτοῦ ὄψις Ἀρχελάῳ συνῆλθεν ἀνακαλούμενος Ἀρχέλαος πεμπτὸς εἰς Ἰουδαίαν ἀφίκετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: