previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[324]

Τούτων δὲ ταύτῃ διαπεπραγμένων ὑπὸ Καίσαρος νεανίας Ἰουδαῖος μὲν τὸ γένος, ἐπὶ δὲ τῆς Σιδωνίων τεθραμμένος πόλεως παρά τινι τῶν Ῥωμαϊκῶν ἀπελευθέρων εἰσῴκισεν αὑτὸν εἰς τὴν Ἡρώδου συγγένειαν ὁμοιότητι μορφῆς, πρὸς Ἀλέξανδρον αὐτῷ τὸν ἀνῃρημένον Ἡρώδου υἱὸν ἐμαρτυρεῖτο παρὰ τοῖς θεωροῦσιν. [325] καὶ τοῦτο παρόρμημα ἦν αὐτῷ εἰς τὸ μεταποιεῖσθαι τῆς ἡγεμονίας. καὶ ὁμοπράγμονα παραλαβὼν ὁμόφυλον ἄνδρα, ἔμπειρον δὲ τῶν ἀμφὶ τὸ βασίλειον πονηρόν τε ἄλλως καὶ ταράξαι μεγάλα πράγματα φύσιν ἔχοντα καὶ τοιαύτης κακίας διδάσκαλον αὐτῷ γενόμενον, [326] ἀπέφαινεν αὑτὸν Ἀλέξανδρον καὶ Ἡρώδου παῖδα ὄντα διακεκλεμμένον ὑπὸ τῶν ἀνελεῖν αὐτὸν ἐσταλμένων: κτείναντα γὰρ ἑτέρους, οἳ ἀπατήσειν ἔμελλον τοὺς θεωροῦντας, αὐτόν τε περιποιῆσαι καὶ τὸν ἀδελφὸν Ἀριστόβουλον. [327] καὶ τούτοις αὐτός τε ἀνεπτέρωτο, καὶ τοὺς ἐντυγχάνοντας οὐκ ἀπήλλακτο ἀπατᾶν, ἀλλὰ Κρήτῃ προσενεχθεὶς Ἰουδαίων ὁπόσοις εἰς ὁμιλίαν ἀφίκετο ἐπηγάγετο εἰς πίστιν, καὶ χρημάτων εὐπορηθεὶς δόσει τῇ ἐκείνων ἐπὶ Μήλου διῆρεν. πολὺ πλέονα δὲ ἦν ἐντεῦθεν ὁπόσα αὐτῷ προσῄει χρήματα πίστει τῆς βασιλείου συγγενείας καὶ ἐλπίδι τοῦ ἀπολαβεῖν τὴν πάτριον ἀρχὴν καὶ ἀμείψασθαι τοὺς εὐεργέτας. [328] ἐπὶ Ῥώμης ἠπείγετο παραπομπῇ τῶν ἰδιοξένων, καὶ Δικαιαρχείᾳ προσβαλὼν οὐκ ἠτύχει καὶ τοὺς τῇδε Ἰουδαίους ἀφ᾽ ὁμοίας ἀπάτης προσαγαγέσθαι, προσῄεσάν τε ὥσπερ βασιλεῖ οἵ τε ἄλλοι καὶ ὁπόσοις ξενία πρὸς Ἡρώδην καὶ εὔνοια ἦν. [329] αἴτιον δὲ ἦν τῶν ἀνθρώπων τὸ ἡδονῇ δεχόμενον τοὺς λόγους σὺν τῷ φερεγγύῳ τῆς μορφῆς: καὶ γὰρ τοῖς πάνυ ὡμιληκόσιν Ἀλεξάνδρῳ πολὺ τὸ πιστὸν ἐνετίθει τοῦ μὴ οὐχ ἕτερος ἀλλ᾽ αὐτὸς εἶναι, καὶ πρὸς τοὺς πλησίον ὤμνυσαν, [330] ὥστε καὶ προελθόντος εἰς τὴν Ῥώμην λόγου τοῦ περὶ αὐτοῦ πᾶν τὸ τῇδε Ἰουδαίων ἔθνος ὑπαντιάζοντες ἐξῄεσαν τῷ παρὰ δόξαν τῆς σωτηρίας θειάζοντες τὸ ἔργον καὶ χάρμα ποιούμενοι διὰ τὸ μητρῷον αὐτῶν γένος, ὁπότε χωροίη κατὰ τοῦ στενωποῦ διφροφορούμενος: [331] καὶ πάντα βασίλειον περὶ αὐτὸν σχῆμα ἦν ἀναλώμασιν τῶν ἰδιοξένων, μεγάλαι περιστάσεις ἐγίνοντο τῆς πληθύος ἐπιβοήσεις τε εὔφημοι ὁπόσα εἰκὸς τοῖς οὕτω παρ᾽ ἐλπίδα σωθεῖσιν συντυγχάνειν οὐδὲν τι οὐκ ἐπράσσετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: