previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[321]

Καὶ τάδε μὲν τοῖς Ἡρώδου υἱέσιν τῶν πατρῴων παρῆν. Σαλώμῃ δὲ πρὸς οἷς ἀδελφὸς ἐν ταῖς διαθήκαις ἀπονέμει, Ἰάμνεια δὲ ἦν ταῦτα καὶ Ἄζωτος καὶ Φασαηλὶς καὶ ἀργυρίου ἐπισήμου μυριάδες πεντήκοντα, Καῖσαρ χαρίζεται καὶ τὴν ἐν Ἀσκάλωνι βασίλειον οἴκησιν. ἦν δὲ καὶ ταύτῃ πρόσοδος ἐκ πάντων ταλάντων ἑξήκοντα τὸ ἐπ᾽ ἔτος: καὶ αὐτῆς οἶκος ἦν ἐν τῇ Ἀρχελάου ἀρχῇ. [322] κομίζονται δὲ καὶ οἱ λοιποὶ τοῦ βασιλέως συγγενεῖς ὁπόσα αἱ διαθῆκαι διηγόρευον. δυοῖν δ᾽ αὐτοῦ θυγατράσιν παρθένοις χωρὶς ὧν πατὴρ κατέλιπεν Καῖσαρ ἑκατέρᾳ δωρεὰν ἐπετίθει μυριάδων ἀνὰ πέντε καὶ εἴκοσι ἀργυρίου ἐπισήμου καὶ συνῴκισεν αὐτὰς τοῖς Φερώρου υἱέσιν. [323] χαρίζεται δὲ καὶ ὁπόσα αὐτῷ καταλέλειπτο τοῖς παισὶν τοῦ βασιλέως ὄντα πεντακοσίων ταλάντων καὶ χιλίων, ὀλίγα τῶν σκευῶν ὑπεξελόμενος οὐχ οὕτως μεγέθει τέλους ὡς μνήμῃ τοῦ βασιλέως αὐτῷ κεχαρισμένα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: