previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[317]

Καῖσαρ δ᾽ ἀκούσας διαλύει μὲν τὸ συνέδριον, ὀλίγων δ᾽ ἡμερῶν ὕστερον Ἀρχέλαον βασιλέα μὲν οὐκ ἀποφαίνεται, τῆς δ᾽ ἡμίσεως χώρας ἥπερ Ἡρώδῃ ὑπετέλει ἐθνάρχην καθίσταται, τιμήσειν ἀξιώματι βασιλείας ὑπισχνούμενος, εἴπερ τὴν εἰς αὐτὴν ἀρετὴν προσφέροιτο. [318] τὴν δ᾽ ἑτέραν ἡμίσειαν νείμας διχῇ δυσὶν Ἡρώδου παισὶν ἑτέροις παρεδίδου Φιλίππῳ καὶ Ἀντίπᾳ τῷ πρὸς Ἀρχέλαον τὸν ἀδελφὸν ἀμφισβητήσαντι περὶ τῆς ὅλης ἀρχῆς. καὶ τούτῳ μὲν τε Περαία καὶ τὸ Γαλιλαῖον ὑπετέλουν, φορά τε ἦν τάλαντα διακόσια τὸ ἐπ᾽ ἔτος. [319] Βαταναία δὲ σὺν Τράχωνι καὶ Αὐρανῖτις σύν τινι μέρει οἴκου τοῦ Ζηνοδώρου λεγομένου Φιλίππῳ τάλαντα ἑκατὸν προσέφερεν: τὰ δ᾽ Ἀρχελάῳ συντελοῦντα Ἰδουμαῖοί τε καὶ Ἰουδαία τό τε Σαμαρειτικόν. τετάρτην μοῖραν οὗτοι τῶν φόρων παραλέλυντο Καίσαρος αὐτοῖς κούφισιν ψηφισαμένου διὰ τὸ μὴ συναποστῆναι τῇ λοιπῇ πληθύι. [320] καὶ ἦσαν πόλεις αἳ Ἀρχελάῳ ὑπετέλουν Στράτωνός τε πύργος καὶ Σεβαστὴ σὺν Ἰόππῃ καὶ Ἱεροσολύμοις: Γάζαν γὰρ καὶ Γάδαρα καὶ Ἵππον, Ἑλληνίδες εἰσὶν πόλεις, ἀπορρήξας αὐτοῦ τῆς ἀκροάσεως Συρίας προσθήκην ποιεῖται. προσῄει δὲ Ἀρχελάῳ φορὰ χρημάτων τὸ κατ᾽ ἐνιαυτὸν εἰς τάλαντα ἑξακόσια ἐξ ἧς παρέλαβεν ἀρχῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: