previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[299]

Οὔαρος μὲν δὴ ταῦτα καταστησάμενος καὶ φρουρὰν Ἱεροσολύμων τὸ καὶ πρότερον καταλιπὼν τάγμα ἐπ᾽ Ἀντιοχείας ἠπείγετο. Ἀρχελάῳ δ᾽ ἐπὶ Ῥώμης ἑτέρων πραγμάτων ἐφύοντο ἀρχαὶ κατὰ τοιαύτας αἰτίας. [300] ἀφίκετο εἰς τὴν Ῥώμην πρεσβεία Ἰουδαίων Οὐάρου τὸν ἀπόστολον αὐτῶν τῷ ἔθνει ἐπικεχωρηκότος ὑπὲρ αἰτήσεως αὐτονομίας. καὶ ἦσαν οἱ μὲν πρέσβεις οἱ ἀποσταλέντες γνώμῃ τοῦ ἔθνους πεντήκοντα, συνίσταντο δὲ αὐτοῖς τῶν ἐπὶ Ῥώμης Ἰουδαίων ὑπὲρ ὀκτακισχίλιοι. [301] Καίσαρός τε συνέδριον φίλων τε τῶν αὐτοῦ καὶ Ῥωμαίων τῶν πρώτων συνάγοντος ἐν ἱερῷ Ἀπόλλωνος μεγάλοις τέλεσιν ὑπ᾽ αὐτοῦ ἱδρυμένῳ, οἱ μὲν πρέσβεις μετὰ τοῦ πλήθους τῶν αὐτόθι Ἰουδαίων ἀφικνοῦνται, Ἀρχέλαος δὲ μετὰ τῶν φίλων. [302] ὁπόσοι δὲ συγγενεῖς τοῦ βασιλέως ἦσαν Ἀρχελάῳ μὲν συντετάχθαι διὰ μῖσος τὸ πρὸς αὐτὸν ὑστέρουν, τοῖς δὲ πρέσβεσιν ὁμοψηφεῖν κατ᾽ αὐτοῦ δεινὸν ἡγοῦντο ἐν αἰσχύνῃ τῇ αὐτῶν οἰόμενοι γενήσεσθαι παρὰ Καίσαρι κατ᾽ ἀνδρὸς οἰκείου τοιάδε πράσσειν προθυμεῖσθαι. [303] παρῆν δὲ ἤδη καὶ Φίλιππος ἀπὸ Συρίας ἐξοτρύναντος αὐτὸν Οὐάρου τὸ μὲν κεφάλαιον ἐπὶ συνηγορίᾳ τοῦ ἀδελφοῦ, πάνυ γὰρ εὐνόει Οὔαρος αὐτῷ, γινομένης δὲ τῇ βασιλείᾳ μεταπτώσεως, καὶ τάδε ὑπώπτευεν Οὔαρος νέμησιν αὐτῆς γενήσεσθαι διὰ τὸ πολλοὺς εἶναι τοὺς αὐτονομίας γλιχομένους, οὐχ ὑστεριῶν τοῦ κἂν αὐτὸς μοῖραν αὐτῆς τινα φέρεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: