previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19]

Ἡρώδῃ δὲ τῷ βασιλεῖ κατὰ τοῦτον τὸν χρόνον συνῴκουν ἐννέα γυναῖκες, τε Ἀντιπάτρου μήτηρ καὶ θυγάτηρ τοῦ ἀρχιερέως, ἐξ ἧς δὴ καὶ ὁμώνυμος αὐτῷ παῖς γεγόνει: ἦν δὲ καὶ ἀδελφοῦ παῖς αὐτῷ μία γεγαμημένη καὶ ἀνεψιὰ σὺν αὐτῇ. καὶ ταῖσδε μὲν τέκνον οὐδὲν ἐφύη. [20] ἦν δ᾽ ἐν ταῖς γυναιξὶν κἀκ τοῦ Σαμαρέων ἔθνους μία καὶ παῖδες αὐτῆς Ἀντίπας καὶ Ἀρχέλαος καὶ θυγάτηρ Ὀλυμπιάς. καὶ ταύτην μὲν ὕστερον Ἰώσηπος γαμεῖ βασιλέως ἀδελφιδοῦς ὤν, Ἀρχέλαος δὲ καὶ Ἀντίπας ἐπὶ Ῥώμης παρά τινι ἰδίῳ τροφὰς εἶχον. [21] Κλεοπάτρα δὲ Ἱεροσολυμῖτις γεγάμητο αὐτῷ καὶ παῖδες ἐξ αὐτῆς Ἡρώδης τε ἐγεγόνεισαν καὶ Φίλιππος, ὃς καὶ αὐτὸς ἐν Ῥώμῃ τροφὰς εἶχεν. καὶ Παλλὰς δὲ ἐν ταῖς γαμεταῖς Φασάηλον πεποιημένη παῖδα αὐτῷ, πρός γε μὴν ταύταις Φαῖδρα καὶ Ἐλπίς, ἐξ ὧν θυγατέρες δύο ἦσαν Ῥωξάνη καὶ Σαλώμη. [22] τὰς δὲ πρεσβυτέρας αὐτοῦ θυγατέρας ὁμομητρίας τῶν περὶ Ἀλέξανδρον, ὧν περιεώρα Φερώρας τὸν γάμον, συνῴκουν μὲν Ἀντιπάτρῳ τοῦ βασιλέως ἀδελφῆς παιδὶ ὄντι, Φασαήλῳ δὲ ἑτέρα: καὶ οὗτος Ἡρώδου ἀδελφοῦ παῖς ἐγεγόνει. καὶ τοῦτο μὲν Ἡρώδου τὸ γένος ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: