previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[241]

Τοιαύτη μὲν ἦν τῶν περὶ τὴν αὐλὴν ταραχή. πολλοῖς δὲ τῶν φίλων ἤδη καὶ τοῦτ᾽ αὐτὸ προεῖπεν, ὡς οὔτ᾽ ἐμφανίζεσθαι δέον αὐτῷ λοιπὸν οὔτ᾽ εἰς τὸ βασίλειον εἰσιέναι. ταύτην δὲ τὴν παραγγελίαν ἐποιεῖτο καθ᾽ ὧν παρρησία ἐλάττονος πλείονος ἐντροπῆς μετειλήφει: [242] καὶ γὰρ Ἀνδρόμαχον καὶ Γέμελλον ἄνδρας ἄνωθεν φίλους αὐτῷ, καὶ πολλὰ μὲν περὶ τὰς βασιλικὰς χρείας ἔν τε πρεσβείαις καὶ συμβουλίαις ὀνήσαντας αὐτοῦ τὸν οἶκον, συμπαιδεύσαντας δὲ τοὺς υἱοὺς καὶ τί γὰρ πρῶτον παρρησίας τόπον ἐσχηκότας παρῃτήσατο τότε, [243] τὸν μὲν, ὅτι Δημήτριος παῖς αὐτοῦ συνήθης ἦν Ἀλεξάνδρῳ, Γέμελλον δὲ εὔνουν ἐπιστάμενος ἐκείνῳ: καὶ γὰρ ἐν ταῖς τροφαῖς κἀν τῇ παιδείᾳ παραγεγόνει καὶ τὴν ἐν τῇ Ῥώμῃ συνδιέτριβεν ἀποδημίαν. παρῃτήσατο δὲ καὶ τούτους ἡδέως μὲν ἂν καὶ χεῖρον, ὑπὸ δὲ τοῦ μὴ κατ᾽ ἀνδρῶν οὐκ ἀσήμων ἔχειν τὴν ἄχρι τοσούτων παρρησίαν τήν τε τιμὴν καὶ τὸ δύνασθαι κωλύειν ἁμαρτάνοντας παραιρούμενος *

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: