previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[235]

Τούτων τῶν λόγων ἀκούσας Ἡρώδης ὅλος ἐγένετο τῆς ἐπηρείας καὶ τοῦ δέους, τὰ μὲν εἰς ὕβριν ῥηθέντα χαλεπῶς, τὰ δ᾽ εἰς ὑπόνοιαν οὐκ ἀκινδύνως ἐκλαβών, ὥστε καὶ μᾶλλον ἐξ ἀμφοτέρων ἠρεθίζετο καὶ πικρὸς ὢν ἐδεδοίκει, μὴ καί τι ταῖς ἀληθείαις συνέστηκεν ἐπ᾽ αὐτὸν ἰσχυρότερον φυλάξασθαι πρὸς ἐκεῖνον τὸν καιρόν. [236] ἔνθεν οὐδ᾽ ἐκ φανεροῦ τὴν ἔρευναν ἐποιεῖτο, κατασκόπους δὲ τῶν ὑπονοουμένων διέπεμψεν. ὑποψία τε καὶ μίση πρὸς ἅπαντας ἦν, καὶ τὴν ὑπόνοιαν ἐπ᾽ ἀσφαλείᾳ λαμβάνων πολλὴν καὶ κατὰ τῶν οὐκ ἀξίων αὐτῇ χρώμενος διετέλει. [237] πέρας τε οὐδὲν ἦν, ἀλλὰ μένειν οἱ νομιζόμενοι μᾶλλον ὡς ἂν καὶ μᾶλλον ἰσχύοντες ἐδόκουν αὐτῷ φοβεροί: τοῖς δ᾽ οἷς οὐκ ἦν συνήθεια πλείων ὀνομάσαι μόνον ἐδόκει, καὶ μέρος εὐθὺς ἀσφαλείας ἐδόκουν ἀπολλύμενοι. [238] τέλος τε οἱ περὶ αὐτὸν ἐν τῷ μηδὲν ἔχειν βέβαιον εἰς ἐλπίδα σωτηρίας ἐπ᾽ ἀλλήλους ἐτράπησαν, νομίζοντες μέν, εἰ φθάσας ἕτερος τὸν ἕτερον διαβάλοι, τοῦτ᾽ αὐτῷ πρὸς σωτηρίαν φέρειν, ἐπίφθονοι δ᾽ εἴ ποτε τύχοιεν ὧν ἠξίουν γενόμενοι καὶ τὸ δικαίως αὐτοὶ παθεῖν ἐφ᾽ οἷς ἄλλους ἠδίκησαν προσλαμβάνοντες μόνον. [239] ἤδη γοῦν οἰκείας τινὲς ἔχθρας ἐπεξῄεσαν τῷ τοιούτῳ τρόπῳ καὶ καταφωραθέντες ἐν τοῖς ὁμοίοις ἐγένοντο, τὸν καιρὸν ὥσπερ ὄργανον καὶ πάγην ἐπὶ τοὺς ἐχθροὺς νοοῦντες καὶ συναλισκόμενοι τῇ πείρᾳ, καθ᾽ ἣν ἑτέροις ἐπεβούλευον. [240] τε γὰρ μετάνοια τῷ βασιλεῖ ταχὺ διὰ τὸ μὴ προφανῶς ἁμαρτάνοντας ἀναιρεῖν ἐπεγίνετο καὶ ταύτης τὸ χαλεπὸν οὐκ εἰς τὸ παύσασθαι τὰ ὅμοια δρᾶν, ἀλλ᾽ εἰς τὸ τιμωρήσασθαι τοῖς ἴσοις τοὺς ἐνδειξαμένους ἀπηρτίζετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: