previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[142]

Μετὰ δὲ τὴν πανήγυριν ταύτην καὶ τὰς ἑορτὰς πόλιν ἄλλην ἀνήγειρεν ἐν τῷ πεδίῳ τῷ λεγομένῳ Καφαρσαβᾶ τόπον ἔνυδρον καὶ χώραν ἀρίστην φυτοῖς ἐκλέξας, ποταμοῦ τε περιρρέοντος τὴν πόλιν αὐτὴν καὶ καλλίστου κατὰ μέγεθος τῶν φυτῶν περιειληφότος ἄλσους. [143] ταύτην ἀπὸ Ἀντιπάτρου τοῦ πατρὸς Ἀντιπατρίδα προσηγόρευσεν. ἐπώνυμον δὲ καὶ τῇ μητρὶ χωρίον ὑπὲρ Ἱεριχοῦν οἰκοδομήσας ἀσφαλείᾳ τε διάφορον καὶ καταγωγαῖς ἥδιστον ἐκάλεσεν Κύπρον. [144] Φασαήλῳ τε τῷ ἀδελφῷ μνημεῖα διὰ τὴν γεγενημένην εἰς αὐτὸν φιλοστοργίαν ἀνετίθει τὰ κάλλιστα, πύργον ἐπ᾽ αὐτῆς τῆς πόλεως ἀναστήσας οὐδὲν ἐλάττω τοῦ κατὰ τὴν Φάρον, ὃν προσηγόρευσεν Φασάηλον, ἀσφαλείας τε τῇ πόλει μέρος ὄντα καὶ μνήμης τῷ τετελευτηκότι διὰ τὴν προσηγορίαν. [145] ὁμώνυμον δὲ αὐτῷ καὶ πόλιν περὶ τὸν αὐλῶνα τῆς Ἱεριχοῦντος ἔκτισεν ἀπιόντων κατὰ βορρᾶν ἄνεμον, δι᾽ ἧς καὶ τὴν πέριξ χώραν ἔρημον οὖσαν ἐνεργοτέραν ἐποίησεν ταῖς ἐπιμελείαις τῶν οἰκητόρων. Φασαηλίδα καὶ ταύτην ἐκάλει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), ANTIPATRIS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: