previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[104]

Ἐπεὶ δὲ συνεῖδον εὐμένειάν τινα καὶ παρ᾽ ἐκείνου καὶ παρὰ τοῦ Καίσαρος, καὶ τῶν ἄλλων δὲ ἕκαστον τοὺς μὲν συνδακρύοντας, ἅπαντας δὲ συναλγοῦντας, ἅτερος αὐτῶν Ἀλέξανδρος ἐπικαλεσάμενος αὐτὸν ἐπεχείρει διαλύειν τὰς αἰτίας καί, [105]πάτερ, εἶπεν, μὲν σὴ πρὸς ἡμᾶς εὔνοια δήλη καὶ παρ᾽ αὐτὴν τὴν κρίσιν: οὐκ ἂν γάρ, εἴ τι δυσχερὲς ἐνενόεις ἐφ᾽ ἡμῖν, ἐπὶ τὸν πάντας σώζοντα προήγαγες: [106] καὶ γὰρ παρούσης μὲν ἐξουσίας ὡς βασιλεῖ, παρούσης δὲ ὡς πατρὶ τοὺς ἀδικοῦντας ἐπεξιέναι, τὸ εἰς Ῥώμην ἄγειν καὶ τοῦτον ποιεῖσθαι μάρτυρα σώζοντος ἦν: οὐδεὶς γὰρ ἀποκτεῖναί τινα προαιρούμενος εἰς ἱερὰ καὶ ναοὺς ἄγει. [107] τὸ δ᾽ ἡμέτερον ἤδη χεῖρον: οὐ γὰρ ἂν ὑπομείναιμεν ἔτι ζῆν, εἰ τοιοῦτον ἠδικηκέναι πατέρα πεπιστεύμεθα. καὶ μήποτε τοῦτ᾽ ἐκείνου χεῖρον ἀντὶ τοῦ τεθνάναι μηδὲν ἀδικοῦντας τὸ ζῆν ἀδικεῖν ὑποπτευομένους. [108] εἰ μὲν οὖν εὕροι λόγον τῆς ἀληθείας παρρησία, μακάριον καὶ σὲ πεῖσαι καὶ τὸν κίνδυνον διαφυγεῖν, εἰ δ᾽ οὕτως διαβολὴ κρατεῖ, περιττὸς ἡμῖν νῦν ἥλιος, ὃν τί δεῖ βλέπειν μετὰ τῆς ὑποψίας; [109] τὸ μὲν οὖν φάναι βασιλείας ἐπιθυμεῖν, εὔκαιρος εἰς νέους αἰτία, καὶ τὸ προστιθέναι τὴν τῆς ἀθλίας μητρός, ἱκανὸν ἐκ τῆς πρώτης τὴν νῦν ἀτυχίαν ἐξεργάζεσθαι. [110] βλέψον δέ, εἰ μὴ κοινὰ ταῦτα καὶ πᾶσιν ὁμοίως λέγεσθαι δυνησόμενα: κωλύσει γὰρ οὐδέν, τῷ βασιλεύοντι παῖδες εἰ εἰσὶν νέοι καὶ μήτηρ αὐτῶν ἀποθανοῦσα, πάντας ὑπόπτους εἶναι τοῦ πατρὸς ἐπιβούλους δοκεῖν. ἀλλ᾽ οὐ τὸ ὕποπτον πρὸς τοιαύτην ἀσέβειαν ἀρκετόν. [111] εἰπάτω δέ τις, ἡμῖν εἰ τετόλμηται τοιοῦτον, καὶ τὰ μὴ πιστὰ πίστιν εἴωθεν ὑπ᾽ ἐνεργείας λαμβάνειν. φαρμάκου παρασκευὴν ἐλέγχειν δύναταί τις συνωμοσίαν ἡλικιωτῶν διαφθορὰν οἰκετῶν γράμματα κατὰ σοῦ γεγραμμένα; [112] καίτοι τούτων ἕκαστον ἔσθ᾽ ὅπη καὶ μὴ γενόμενον ἐκ διαβολῆς ἐπλάσθη: χαλεπὸν γὰρ οὐχ ὁμονοῶν οἶκος ἐν βασιλείᾳ: καὶ τὴν ἀρχήν, ἣν σὺ φῂς ἔπαθλον εὐσεβείας, συμβαίνει πολλάκις αἰτίαν γενέσθαι τοῖς πονηροτάτοις ἐλπίδων, δι᾽ ἃς οὐδεμίαν ὑποστολὴν ποιοῦνται κακοηθείας. [113] ἀδίκημα μὲν οὖν οὐδεὶς ἐρεῖ καθ᾽ ἡμῶν: τὰς δὲ διαβολὰς πῶς ἂν λύσειεν ἀκοῦσαι μὴ θέλων; ἐλαλήσαμέν τι μετὰ παρρησίας. οὐκ εἰς σέ: τοῦτο γὰρ ἦν ἄδικον: ἀλλ᾽ εἰς τοὺς οὐδ᾽ τι λελάλητο μὴ σιωπῶντας. [114] τὴν μητέρα τις ἡμῶν ἔκλαυσεν. οὐχ ὅτι τέθνηκεν, ἀλλ᾽ ὅτι καὶ νεκρὰ κακῶς ἤκουσεν ὑπὸ τῶν οὐκ ἀξίων. ἀρχῆς ἐπιθυμοῦμεν ἧς ἴσμεν ἔχοντα τὸν πατέρα; τί καὶ θέλοντες; εἰ μὲν εἰσὶν ἡμῖν τιμαὶ βασιλέων, ὥσπερ εἰσίν, οὐ κενοσπουδοῦμεν; [115] εἰ δ᾽ οὐκ εἰσίν, οὐκ ἐλπίζομεν; σὲ διαχειρισάμενοι κρατήσειν τὴν βασιλείαν προσεδοκήσαμεν, οἷς οὔτε γῆ βάσιμος οὔτε πλωτὴ θάλαττα μετὰ τοιοῦτον ἔργον; δὲ τῶν ἀρχομένων εὐσέβεια καὶ θρησκεία τοῦ παντὸς ἔθνους ἠνέσχετο ἂν πατροκτόνους ἐπὶ τῶν πραγμάτων εἶναι καὶ εἰς τὸν ἁγιώτατον ὑπὸ σοῦ κατασκευασθέντα ναὸν εἰσιέναι. [116] τί δ᾽ εἰ καὶ τῶν ἄλλων κατεφρονήσαμεν, ἐδύνατό τις φονεύσας ἀτιμώρητος μένειν ζῶντος Καίσαρος; οὔτ᾽ ἀσεβεῖς οὕτως ἐγέννησας οὔτ᾽ ἀλογίστους, ἀτυχεστέρους δ᾽ ἴσως σοὶ καλῶς εἶχεν. [117] εἰ δὲ μήτ᾽ αἰτίας ἔχεις μήτ᾽ ἐπιβουλὰς εὑρίσκεις, τί σοι πρὸς πίστιν αὔταρκες τοιαύτης δυσσεβείας; μήτηρ τέθνηκεν: ἀλλά τοι τὰ κατ᾽ ἐκείνην οὐδὲ παροξύνειν ἡμᾶς ἀλλὰ νουθετεῖν ἠδύνατο. [118] πλείω μὲν ἀπολογεῖσθαι δυνάμεθα, λόγον δ᾽ οὐκ ἐπιδέχεται τὰ μὴ γενόμενα. διόπερ ἐπὶ τῷ πάντων δεσπότῃ Καίσαρι μεσιτεύοντι τὸν παρόντα καιρὸν συντιθέμεθα ταύτην τὴν συνθήκην: [119] εἰ μὲν ἀνύποπτον ἐξ αὐτῆς τῆς ἀληθείας τὴν πρὸς ἡμᾶς διάθεσιν ἀπολαμβάνεις, πάτερ, ζήσομεν, οὐδ᾽ οὕτως μὲν εὐτυχῶς: δεινὸν γὰρ τῶν μεγάλων κακῶν καὶ ψευδὴς αἰτία. [120] παρούσης δέ τινος ὀρρωδίας σὺ μὲν ἐν τῇ κατὰ σαυτὸν εὐσεβείᾳ μένε, δώσομεν δὲ λόγον ἡμεῖς ἑαυτοῖς. οὐχ οὕτως βίος ἡμῖν τίμιος, ὡς ἔχειν αὐτὸν ἐπ᾽ ἀδικίᾳ τοῦ δεδωκότος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: