previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[27]

Τότε δὲ περὶ τὴν Ἰωνίαν αὐτῶν γενομένων πολὺ πλῆθος Ἰουδαίων, τὰς πόλεις ᾤκει, προσῄει καιροῦ καὶ παρρησίας ἐπειλημμένοι, καὶ τὰς ἐπηρείας ἔλεγον, ἃς ἐπηρεάζοντο μήτε νόμοις οἰκείοις ἐώμενοι χρῆσθαι δίκας τε ἀναγκαζόμενοι διδόναι κατ᾽ ἐπήρειαν τῶν εὐθυνόντων ἐν ἱεραῖς ἡμέραις, [28] καὶ τῶν εἰς Ἱεροσόλυμα χρημάτων ἀνατιθεμένων ἀφαιροῖντο στρατειῶν καὶ λειτουργιῶν ἀναγκαζόμενοι κοινωνεῖν καὶ πρὸς ταῦτα δαπανᾶν τῶν ἱερῶν χρημάτων, ὧν ἀφείθησαν αἰεὶ Ῥωμαίων αὐτοῖς ἐπιτρεψάντων κατὰ τοὺς οἰκείους ζῆν νόμους. [29] τοιαῦτα καταβοώντων παρεστήσατο μὲν βασιλεὺς ἀκοῦσαι τὸν Ἀγρίππαν αὐτῶν δικαιολογουμένων, Νικόλαον δέ τινα τῶν αὐτοῦ φίλων ἔδωκεν εἰπεῖν ὑπὲρ αὐτῶν τὰ δίκαια. [30] τοῦ δὲ Ἀγρίππου Ῥωμαίων τε τοὺς ἐν τέλει καὶ βασιλέων καὶ δυναστῶν τοὺς παρόντας αὐτῷ συνέδρους ποιησαμένου καταστὰς Νικόλαος ὑπὲρ τῶν Ἰουδαίων ἔλεξεν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: