previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[395]

Ἴσως μὲν οὖν οὐκ ἄλογον ἐνίοις καταφαίνεται τρεφόμενον ἐκ πολλοῦ τὸ μῖσος οὕτως αὐξηθῆναι καὶ περαιτέρω προελθὸν ἀπονικῆσαι τὴν φύσιν. ἐπίστασις δὲ γένοιτ᾽ ἂν εἰκότως, εἴτε εἰς τοὺς νεανίσκους ἀνοιστέον τὴν τοιαύτην αἰτίαν πρὸς αἰτίαν ἐνάγοντας τὸν πατέρα καὶ χρόνῳ παρασκευάσαντας ὑπὸ χαλεπότητος ἀνήκεστον αὐτοῖς, [396] εἴτε καὶ πρὸς αὐτὸν ἐκεῖνον, ἀπαθῆ καὶ περιττὸν ὄντα περὶ τὴν ἐπιθυμίαν τῆς ἀρχῆς καὶ τῆς ἄλλης εὐδοξίας, ὡς μηδένα οἴεσθαι παραλειπτέον ἐφ᾽ πᾶν τὸ βουλόμενον ἀνίκητον ἔχειν, [397] καὶ τὴν τύχην παντὸς εὐγνώμονος λογισμοῦ μείζω τὴν δύναμιν ἐσχηκυῖαν, ὅθεν καὶ πειθόμεθα τὰς ἀνθρωπίνας πράξεις ὑπ᾽ ἐκείνης προκαθωσιῶσθαι τῇ τοῦ γενέσθαι πάντως ἀνάγκῃ καὶ καλοῦμεν αὐτὴν εἱμαρμένην, ὡς οὐδενὸς ὄντος, μὴ δι᾽ αὐτὴν γίνεται. [398] τοῦτον μὲν οὖν τὸν λόγον ὡς μείζω πρὸς ἐκεῖνον ἀρκέσει κινεῖν ἡμῖν τε αὐτοῖς ἀποδιδόντας τι καὶ τὰς διαφορὰς τῶν ἐπιτηδευμάτων οὐκ ἀνυπευθύνους ποιοῦντας, πρὸ ἡμῶν ἤδη πεφιλοσόφηται καὶ τῷ νόμῳ. [399] τῶν δὲ ἄλλων δύο τὸν μὲν ἀπὸ τῶν παίδων μέμψαιτ᾽ ἄν τις αἰτίαν ὑπό τε αὐθαδείας νεωτερικῆς καὶ βασιλικῆς οἰήσεως, ὅτι καὶ διαβολῶν ἠνείχοντο κατὰ τοῦ πατρὸς καὶ τῶν πραττομένων αὐτῷ περὶ τὸν βίον οὐκ εὐμενεῖς ἦσαν ἐξετασταί, καὶ κακοήθεις μὲν ὑπονοεῖν, ἀκρατεῖς δὲ λέγειν, εὐάλωται δὲ δι᾽ ἀμφότερα τοῖς ἐπιτηροῦσιν αὐτοὺς καὶ πρὸς χάριν καταμηνύουσιν. [400] μέντοι πατὴρ οὐδ᾽ ἐντροπῆς ἄξιος ἔοικεν φαίνεσθαι τοῦ περὶ ἐκείνους ἀσεβήματος, ὃς οὔτε πίστιν ἐπιβουλῆς ἐναργῆ λαβὼν οὔτε παρασκευὴν ἐπιχειρήσεως ἐλέγχειν ἔχων ἐτόλμησεν ἀποκτεῖναι τοὺς ἐξ αὐτοῦ φύντας, ἀρίστους μὲν τὰ σώματα καὶ περιποθήτους πᾶσιν τοῖς ἀλλοτρίοις, οὐκ ἀποδέοντας δὲ ἐν τοῖς ἐπιτηδεύμασιν, εἴ που θηρᾶν γυμνάζεσθαι τὰ πολέμων λέγειν ὑπὲρ τῶν ἐμπεσόντων ἔδει. [401] τούτων γὰρ ἁπάντων μετεῖχον, Ἀλέξανδρος δὲ καὶ μᾶλλον πρεσβύτερος: ἤρκει γάρ, εἰ καὶ κατέγνω, καὶ ζῶντας ὅμως ἐν δεσμοῖς ξενιτεύοντας ἀπὸ τῆς ἀρχῆς ἔχειν μεγάλην ἀσφάλειαν αὐτῷ περιβεβλημένῳ τὴν Ῥωμαίων δύναμιν, δι᾽ ἣν οὐδὲν οὐδ᾽ ἐξ ἐφόδου καὶ βίας παθεῖν ἐδύνατο. [402] τὸ δ᾽ ἀποκτεῖναι ταχὺ καὶ πρὸς ἡδονὴν τοῦ νικῶντος αὐτὸν πάθους ἀσεβείας τεκμήριον ἀνυποτιμήτου * καὶ τῆς ἡλικίας οὔσης ἐν γήρᾳ τοσοῦτον ἐξήμαρτεν. [403] γε μὴν παρολκὴ καὶ τὸ χρονίζον οὐκ ἂν αὐτῷ συγγνώμην τινὰ φέροι: ταχὺ μὲν γὰρ ἐκπλαγέντα καὶ κεκινημένον χωρῆσαι πρός τι τῶν ἀτόπων, εἰ καὶ δυσχερές, ἀλλ᾽ ἀεὶ συμβαῖνον, ἐν ἐπιστάσει δὲ καὶ μήκει πολλάκις μὲν ὁρμηθέντα πολλάκις δὲ μελλήσαντα τὸ τελευταῖον ὑποστῆναι καὶ διαπράξασθαι, φονώσης καὶ δυσμετακινήτου ψυχῆς ἀπὸ τῶν χειρόνων. [404] ἐδήλωσεν δὲ καὶ τοῖς αὖθις οὐκ ἀποσχόμενος οὐδὲ τῶν περιλοίπων ὅσους ἐδόκει φιλτάτους, ἐφ᾽ οἷς τὸ μὲν δίκαιον ἔλαττον ἐποίει συμπαθεῖσθαι τοὺς ἀπολλυμένους, τὸ δ᾽ ὠμὸν ὅμοιον ἦν τὸ μηδὲ ἐκείνων φεισάμενον. διέξιμεν δὲ ὑπὲρ αὐτῶν ἑξῆς ἀφηγούμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: