previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[379]

δὲ καὶ πρὸς τὸν βασιλέα μετὰ πάσης παρρησίας ὠσάμενος μόνος μόνῳ λέγειν ἠξίου, καὶ συγχωρήσαντοςοὐ δυνάμενος, εἶπεν, βασιλεῦ, διακαρτερεῖν ἐπὶ τοιούτῳ πάθει τὴν τολμηρὰν ταύτην παρρησίαν, ἀναγκαίαν δὲ σοὶ καὶ συμφέρουσαν, εἰ λάβοις τι χρήσιμον ἐξ αὐτῆς, προύκρινα τῆς ἐμῆς ἀσφαλείας. [380] ποῖ ποτε οἴχονταί σου καὶ πεπτώκασιν ἐκ τῆς ψυχῆς αἱ φρένες; ποῖ δὲ καὶ περιττὸς ἐκεῖνος νοῦς, πολλὰ καὶ μεγάλα κατώρθους; τίς δὲ τῶν φίλων καὶ συγγενῶν ἐρημία; [381] κρίνω δὲ οὐδὲ παρόντας αὐτοὺς συγγενεῖς εἶναι φίλους, οἳ περιορῶσι τοιοῦτο μῦσος ἐπὶ τῇ μακαριζομένῃ ποτὲ βασιλείᾳ. σὺ δ᾽ οὐ σκέψει τί τὸ πραττόμενόν ἐστιν; [382] δύο νεανίσκους ἐκ βασιλίδος γυναικὸς γενομένους εἰς πᾶσαν ἀρετὴν ἄκρους ἀναιρήσεις σεαυτὸν ἐν γήρᾳ καταλιπὼν ἐφ᾽ ἑνὶ παιδὶ κακῶς οἰκονομήσαντι τὴν εἰς αὐτὸν ἐλπίδα καὶ συγγενέσιν, ὧν αὐτὸς τοσαυτάκις ἤδη κατέγνωκας θάνατον; [383] οὐκ ἐννοεῖς, ὅτι καὶ τῶν ὄχλων σιωπὴ τὴν αμογίαν ὅμως ὁρᾷ καὶ μισεῖ τὸ πάθος, τε στρατιὰ πᾶσα καὶ ταύτης οἱ πρωτεύοντες ἔλεον μὲν τῶν ἀτυχούντων, μῖσος δὲ τῶν ταῦτα διαπραττομένων ἐσχήκασιν;’ [384] ἤκουεν τούτων βασιλεὺς ἐν ἀρχῇ μὲν οὐ παντάπασιν ἀγνωμόνως, ἀλλὰ τί δεῖ καὶ λέγειν, διεκίνησεν αὐτὸν ἁψαμένου τοῦ Τίρωνος ἐναργῶς τοῦ τε πάθους καὶ τῆς περὶ τοὺς οἰκείους ἀπιστίας. [385] αὖθις δὲ μὲν ἐπεδίδου κατὰ μικρὸν ἀμέτρῳ καὶ στρατιωτικῇ χρώμενος παρρησίᾳ: τὸ γὰρ ἀπαίδευτον ὑπεξέπιπτε τοῦ καιροῦ, ταραχῆς δὲ Ἡρώδης ἐνεπίμπλατο, [386] καὶ μᾶλλον ὀνειδίζεσθαι δοκῶν πρὸς τὸ συμφέρον ἀκούειν τῶν λόγων, ἐπειδὴ καὶ τοὺς διακειμένους στρατιώτας καὶ τοὺς ἀγανακτοῦντας ἡγεμόνας ἐπύθετο, προστάττει τῷ τε ὀνόματι δηλωθέντων ἁπάντων καὶ τὸν Τίρωνα δήσαντας ἔχειν ἐν φυλακῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: