previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[356]

Ἡρώδῃ δὲ γράφει διηλλαγμένος ἐπί τε τοῖς παισὶν ἄχθεσθαι λέγων καὶ δέον, εἰ μὲν ἀνοσιώτερόν τι τετολμήκασιν, ἐπεξιέναι πατραλόας ὄντας: αὐτῷ γὰρ ἐφεῖναι ταύτην τὴν ἐξουσίαν: εἰ δὲ δρασμὸν ἐνόησαν, ἄλλως νουθετήσαντα μηδὲν ἀνήκεστον διαπράττεσθαι. [357] συμβουλεύειν δὲ ἔχειν αὐτῷ συνέδριον ἀποδείξαντα περὶ Βηρυτόν, ἐν κατοικοῦσιν Ῥωμαῖοι, καὶ παραλαβόντα τούς τε ἡγεμόνας καὶ τὸν βασιλέα τῶν Καππαδόκων Ἀρχέλαον ὅσους τε τῶν ἄλλων οἴεται φιλίᾳ τε καὶ ἀξιώματι ἐπιφανεῖς μετὰ τῆς ἐκείνων γνώμης τι χρὴ διαλαμβάνειν. [358] Καῖσαρ μὲν τοιαῦτα ἐπέστελλεν. δὲ Ἡρώδης τῶν γραμμάτων ὡς αὐτὸν ἀπενεχθέντων περιχαρὴς μὲν εὐθὺς ἐπὶ ταῖς διαλλαγαῖς ἐγεγόνει, περιχαρὴς δὲ καὶ τῷ πάντ᾽ ἐξεῖναι κατὰ τῶν παίδων αὐτῷ. [359] καί πως τὸ μὲν οὐκ εὖ πράττειν ἐν τῷ προτέρῳ χαλεπὸν μὲν ἀλλ᾽ οὔτε θρασὺν οὔτε προπετῆ πρὸς τὴν ἀπώλειαν τῶν τέκνων παρεῖχεν αὐτόν, ἐν δὲ τῷ τότε μεταβολῆς ἀμείνονος καὶ παρρησίας ἐπιλαβόμενος τὸ μῖσος ἐκενοδόξει τὴν ἐξουσίαν. [360] διέπεμπεν οὖν ὅσους ἐδόκει καλεῖν εἰς τὸ συνέδριον Ἀρχελάου χωρίς: ἐκεῖνον δὲ δι᾽ ἔχθος οὐκ ἠξίου παρατυγχάνειν καὶ τῇ προαιρέσει νομίζων ἐμποδὼν ἔσεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: