previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[351]

Ταῦτα μᾶλλον ἐκίνει τὸν Καίσαρα καὶ πρὸς τὸν Σύλλαιον ἐπιστραφεὶς ὀργῆς μεστὸς ἀνέκρινεν, ὁπόσοι τεθνήκασιν Ἀράβων. ἀπορουμένου δ᾽ αὐτοῦ καὶ πεπλανῆσθαι λέγοντος αἵ τε συνθῆκαι τῶν δανείων ἀνεγινώσκοντο καὶ τὰ τῶν ἡγεμόνων γράμματα πόλεις τε ὅσαι τὰ λῃστήρια κατῃτιῶντο, [352] καὶ πέρας εἰς τοῦτο μετέστη Καῖσαρ, ὡς τοῦ μὲν Συλλαίου καταγνῶναι θάνατον, Ἡρώδῃ δὲ διαλλάττεσθαι μετάνοιαν ἐφ᾽ οἷς ἐκ διαβολῆς πικρότερον ἔγραψεν αὐτῷ πεπονθώς, καί τι τοιοῦτον εἰπεῖν εἰς τὸν Σύλλαιον, ὡς ἀναγκάσειεν αὐτὸν ψευδεῖ λόγῳ πρὸς ἄνδρα φίλον ἀγνωμονῆσαι. [353] τὸ δὲ σύμπαν μὲν Σύλλαιος ἀνεπέμπετο τὰς δίκας καὶ τὰ χρέα τοῖς δεδανεικόσιν ἀποδώσων εἶθ᾽ οὕτω κολασθησόμενος. Ἀρέτᾳ δ᾽ οὐκ εὐμενὴς ἦν Καῖσαρ, ὅτι τὴν ἀρχὴν μὴ δι᾽ ἐκείνου καθ᾽ αὑτὸν δὲ ἔλαβεν. ἐγνώκει δὲ καὶ τὴν Ἀραβίαν Ἡρώδῃ διδόναι, διεκώλυσεν δὲ τὰ παρ᾽ ἐκείνου πεμφθέντα γράμματα. [354] τοῖς γὰρ περὶ τὸν Ὄλυμπον καὶ Οὐολόμνιον εὐμενῆ Καίσαρα πυνθανομένοις εὐθὺς ἔδοξεν ἐξ ἐντολῆς Ἡρώδου τὰ περὶ τῶν παίδων γράμματα καὶ τοὺς ἐλέγχους ἀναδιδόναι. [355] Καῖσαρ δὲ ἀναγνοὺς τὸ μὲν ἀρχὴν ἄλλην προσθεῖναι γέροντι καὶ κακῶς πράττοντι τὰ περὶ τοὺς παῖδας οὐκ ᾠήθη καλῶς ἔχειν, δεξάμενος δὲ τοὺς παρὰ Ἀρέτα καὶ τοῦτο μόνον ἐπιτιμήσας, ὡς προπετείᾳ χρήσαιτο τῷ μὴ παρ᾽ αὐτοῦ τὴν βασιλείαν ἀναμεῖναι λαβεῖν, τά τε δῶρα προσήκατο καὶ τὴν ἀρχὴν ἐβεβαίωσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: