previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[320]

Τοὺς δὲ βασανισθέντας βασιλεὺς καὶ εἰς τὸ πλῆθος προήγαγεν ἐν Ἱεριχοῦντι κατηγοροῦντας τῶν παίδων: καὶ τούτους μὲν ἐκ χειρὸς οἱ πολλοὶ βάλλοντες ἀπέκτειναν. [321] ὡρμημένων δὲ καὶ τοὺς περὶ τὸν Ἀλέξανδρον ὁμοίως κτεῖναι, τοῦτο μὲν βασιλεὺς παρῃτήσατο διὰ Πτολεμαίου καὶ Φερώρα τὸ πλῆθος ἀναστείλας, ἦν δὲ φυλακὴ καὶ τήρησις αὐτῶν καὶ προσῄει μὲν οὐδείς, πάντα δ᾽ ἐπεσκοπεῖτο τὰ γινόμενα καὶ λαλούμενα, καὶ τί γὰρ καταδίκων εἶχον ἀδοξίαν καὶ δέος. [322] ἕτερος δ᾽ αὐτῶν Ἀριστόβουλος ἐκ βαρυθυμίας ὑπαγόμενος καὶ τὴν ἑαυτοῦ τηθίδα καὶ πενθερὰν συναλγεῖν αὐτῷ ταῖς συμφοραῖς καὶ μισεῖν τὸν τοιαῦτα πειθόμενονοὐ γάρ, ἔφη, καὶ σοὶ κίνδυνος ἀπωλείας διαβεβλημένῃ Συλλαίῳ κατ᾽ ἐλπίδα γάμων ἅπαντα τἀνθάδε προμηνύειν;’ [323] τούτους ἐκείνη ταχὺ μάλα τἀδελφῷ προσφέρει τοὺς λόγους. δ᾽ οὐκέτι κατασχὼν αὑτὸν δῆσαί τε κελεύει καὶ διαστήσαντας ἀπ᾽ ἀλλήλων ὅσα κακῶς ἐποίησαν ἐπὶ τῷ πατρὶ ταῦτα γραψαμένους ἀποφέρειν. [324] οἱ δ᾽ ἐπεὶ τοῦτο προσετέτακτο αὐτοῖς, ἐγγράφουσιν ἐπιβουλὴν μὲν οὔτε νοῆσαι κατὰ τοῦ γεγεννηκότος οὔτε συσκευάσασθαι, δρασμῷ δὲ ἐπιβαλέσθαι καὶ τοῦτο δι᾽ ἀνάγκην ὑπόπτου καὶ δυσχεροῦς ὄντος αὐτοῖς τοῦ βίου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: