previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[317]

Μετὰ τούτους φρούραρχος Ἀλεξανδρείου συλληφθεὶς ἐβασανίζετο: καὶ γὰρ ἐκεῖνος αἰτίαν εἶχεν δέξεσθαι τῇ φρουρᾷ καὶ παρέξειν χρήματα τοῖς νεανίσκοις ὑπεσχῆσθαι τὰ κείμενα τῶν βασιλικῶν κατ᾽ ἐκεῖνο τὸ φρούριον. [318] αὐτὸς μὲν οὖν οὐδὲν ὡμολόγησεν, υἱὸς δὲ αὐτοῦ παρελθὼν ταῦτ᾽ ἔφη γενέσθαι, καὶ γράμματα ἐπέδωκεν ὡς εἰκάσαι τῆς Ἀλεξάνδρου χειρός: ‘τελέσαντες σὺν θεῷ εἰπεῖν προεθέμεθα πάντα ἥξομεν πρὸς ὑμᾶς: ἀλλὰ πειράθητε, καθὼς ὑπέσχησθε, δέξασθαι ἡμᾶς τῷ φρουρίῳ.’ [319] μετὰ τοῦτο τὸ γραμματεῖον μὲν Ἡρώδης οὐκ ἐνδοιασίμως εἶχεν περὶ τῆς τῶν παίδων εἰς αὐτὸν ἐπιβουλῆς, Ἀλέξανδρος δὲ Διόφαντον ἔφη τὸν γραμματέα μιμήσασθαι τὸν τύπον καὶ δι᾽ Ἀντιπάτρου κακουργηθῆναι τὸ γραμματίδιον: γάρ τοι Διόφαντος ἐδόκει τὰ τοιαῦτα δεινὸς ἐν ὑστέρῳ τε διελεγχθεὶς ἐπ᾽ ἄλλοις οὕτως ἀπέθανεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: