previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6]

Ἐν δὲ τούτῳ τῷ καιρῷ καὶ τὸν εἰς τὴν Ἰταλίαν πλοῦν ἐποιήσατο Καίσαρί τε συντυχεῖν ὁρμηθεὶς καὶ θεάσασθαι τοὺς παῖδας ἐν τῇ Ῥώμῃ διατρίβοντας. Καῖσαρ δὲ τά τε ἄλλα φιλοφρόνως αὐτὸν ἐξεδέξατο καὶ τοὺς παῖδας ὡς ἤδη τελειωθέντας ἐν τοῖς μαθήμασιν ἀπέδωκεν ἄγειν εἰς τὴν οἰκείαν. [7] ὡς δ᾽ ἧκον ἀπὸ τῆς Ἰταλίας, σπουδὴ περὶ τὰ μειράκια τῶν ὄχλων ἦν, καὶ περίοπτοι πᾶσιν ἐγεγόνεισαν τῷ τε μεγέθει τῆς περὶ αὐτοὺς τύχης κοσμούμενοι καὶ βασιλικοῦ κατὰ τὰς μορφὰς ἀξιώματος οὐκ ἀποδέοντες. [8] ἐπίφθονοί τε εὐθέως ἐδόκουν Σαλώμῃ τε τῇ τοῦ βασιλέως ἀδελφῇ καὶ τοῖς Μαριάμμην ταῖς διαβολαῖς κατηγωνισμένοις: οὗτοι γὰρ ᾤοντο δυναστευόντων αὐτῶν δίκην δώσειν τῶν εἰς τὴν μητέρα τὴν ἐκείνων παρανομηθέντων. [9] τὴν αὐτὴν οὖν ταύτην ὑπόθεσιν τοῦ δέους εἰς τὴν κατ᾽ ἐκείνων διαβολὴν μετέφερον λογοποιοῦντες οὐ καθ᾽ ἡδονὰς συνεῖναι τῷ πατρὶ διὰ τὸν τῆς μητρὸς θάνατον, ὡς μηδὲ ὅσιον εἶναι δοκεῖν ἐπὶ ταὐτὸν συνιέναι τῷ τῆς τεκούσης φονεῖ: [10] ταῦτα γὰρ ἀπὸ τῆς ἀληθείας ἐπὶ τὸ πιθανὸν τῆς αἰτίας φέροντες κακοῦν ἐδύναντο καὶ τῆς εὐνοίας ἧς εἶχεν εἰς τοὺς παῖδας ἀφαιρεῖν: οὐδὲ γὰρ πρὸς αὐτὸν ἄντικρυς ἔλεγον, ἀλλ᾽ εἰς τὸ λοιπὸν πλῆθος ἐσκόρπιζον τοὺς τοιούτους λόγους: ἐξ οὗ πρὸς τὸν Ἡρώδην ἀναφερομένων ὑποκατεσκευάζετο μῖσος οὐδ᾽ αὐτῇ τῇ φύσει χρόνῳ νικώμενον. [11] ἐν μέντοι τῷ τότε πάσης ὑποψίας καὶ διαβολῆς μείζονι χρώμενος βασιλεὺς τῇ τοῦ γεγεννηκέναι φιλοστοργίᾳ καὶ τιμῆς ἧς ἔδει μετεδίδου καὶ γυναῖκας ἐν ἡλικίᾳ γεγονόσιν ἐζεύγνυεν, Ἀριστοβούλῳ μὲν τὴν Σαλώμης θυγατέρα Βερενίκην, Ἀλεξάνδρῳ δὲ τὴν Ἀρχελάου τοῦ Καππαδόκων βασιλέως Γλαφύραν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: