previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[280]

Τοῦτον δὲ τὸν τρόπον αὐτοῦ παρακρουσαμένου τὸ πλῆθος καὶ τὴν ὁρμὴν ἣν ἐπεπόνθεισαν ἐξ ὀργῆς διαχέαντος, οἱ μὲν πλείους εἶχον ὡς μεταβεβλῆσθαι καὶ μὴ χαλεπαίνειν ἔτι, [281] τινὲς δ᾽ αὐτῶν ἐπέμενον τῇ δυσχερείᾳ τῶν οὐκ ἐξ ἔθους ἐπιτηδευμάτων, καὶ τὸ καταλύεσθαι τὰ πάτρια μεγάλων ἡγούμενοι ἀρχὴν κακῶν ὅσιον ᾠήθησαν ἀποκινδυνεῦσαι μᾶλλον δοκεῖν ἐξαλλαττομένης αὐτοῖς τῆς πολιτείας περιορᾶν Ἡρώδην πρὸς βίαν ἐπεισάγοντα τὰ μὴ δι᾽ ἔθους ὄντα, καὶ λόγῳ μὲν βασιλέα, τῷ δ᾽ ἔργῳ πολέμιον φαινόμενον τοῦ παντὸς ἔθνους. [282] ἐκ δὲ τούτου συνομοσάμενοι πάντα κίνδυνον ὑποδύεσθαι δέκα τῶν πολιτῶν ἄνδρες, ξιφίδια τοῖς ἱματίοις ὑποβαλόντες, [283] ἦν δ᾽ αὐτοῖς δι᾽ ἀναξιοπάθειαν ὧν ἤκουεν καὶ τῶν διεφθορότων τις τοὺς ὀφθαλμοὺς συνομωμοσμένος, οὐχ ὡς ἐνεργῆσαί τι καὶ δρᾶν εἰς τὴν ἐπιχείρησιν ἱκανός, ἀλλ᾽ ἐν ἑτοίμῳ κατατιθεὶς αὑτὸν παθεῖν εἴ τι κἀκείνοις συμβαίνοι δυσχερές, ὥστε μὴ μετρίαν τὴν ὁρμὴν τοῖς ἐπιχειροῦσι δι᾽ αὐτὸν γενέσθαι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: