previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[240]

Ἀναιρεθείσης δ᾽ αὐτῆς τότε καὶ μᾶλλον ἐξήφθη τὰ περὶ τὴν ἐπιθυμίαν τοῦ βασιλέως ἔχοντος μὲν οὕτως, ὡς καὶ πρότερον ἐδηλώσαμεν: οὐ γὰρ ἀπαθὴς οὐδ᾽ οἷος ἂν ἐκ συνηθείας ἦν πρὸς αὐτὴν ἔρως, ἀλλὰ καὶ πρότερον ἦρξεν ἐνθουσιαστικῶς καὶ τῇ παρρησίᾳ τῆς συμβιώσεως οὐκ ἀπενικήθη μὴ πλείων ἀεὶ γίνεσθαι: [241] τότε μέντοι καὶ μᾶλλον ἐδόκει κατὰ νέμεσίν τινα τῆς κατὰ τὴν Μαριάμμην ἀπωλείας ἐπιθέσθαι, καὶ πολλάκις μὲν ἀνακλήσεις ἦσαν αὐτῆς, πολλάκις δὲ καὶ θρῆνος ἀσχήμων, ἐπενόει δὲ πᾶν εἴ τι δυνατὸν εἰς ψυχαγωγίαν πότους καὶ συνουσίας αὐτῷ πραγματευόμενος, καὶ τούτων οὐδὲν ἤρκει. [242] τὰς οὖν διοικήσεις τῶν κατὰ τὴν βασιλείαν παρῃτεῖτο καὶ τοσοῦτον ἥττητο τοῦ πάθους, ὥστ᾽ αὐτὸν ἤδη καὶ καλεῖν τὴν Μαριάμμην προστάξαι τοῖς ὑπηρέταις ὡς ζῶσαν ἔτι καὶ δυναμένην ὑπακούειν. [243] οὕτως δὲ ἔχοντος ἐπιγίνεται λοιμώδης νόσος, καὶ τῶν ὄχλων τοὺς πλείους καὶ τῶν φίλων αὐτοῦ τοὺς ἐντιμοτάτους διέφθειρεν καὶ παρέσχεν ἅπασιν ἐξυπονοῆσαι κατὰ μῆνιν τοῦτο συνενεχθῆναι τῶν κατὰ τὴν γενομένην παρανομίαν ἐπὶ τῇ Μαριάμμῃ. [244] χεῖρον οὖν διετίθει καὶ τοῦτ᾽ αὐτὸ τὸν βασιλέα, καὶ τέλος εἰς τὰς ἐρημίας αὑτὸν διδοὺς καὶ προφάσει κυνηγεσίων ταύταις ἐναδημονῶν οὐκ ἔφθη πλείους διενεγκεῖν ἡμέρας καὶ περιπίπτει νόσῳ δυσχερεστάτῃ: [245] φλόγωσις γὰρ ἦν καὶ πεῖσις ἰνίου καὶ τῆς διανοίας παραλλαγή: τῶν τε θεραπευμάτων οὐδὲν τι καὶ πρὸς ὠφέλειαν ἐξήνυεν, ἀλλ᾽ ἐναντιούμενα τέως εἰς ἀπόγνωσιν ἦγεν. [246] ὅσοι τε περὶ αὐτὸν ἦσαν ἰατροὶ τὰ μὲν οἷς αὐτοὶ προσέφερον βοηθήμασιν οὐδὲν ὑπεικούσης τῆς νόσου, τὰ δὲ καὶ τοῦ βασιλέως οὐκ ἔχοντος ἄλλως κατὰ τὸ βιαζόμενον τῆς ἀρρωστίας διαιτᾶσθαι, πάνθ᾽ οἷς ἐκεῖνος ἐπενεχθείη παρέχειν ἠξίουν, τὸ δύσελπι τῆς σωτηρίας ἐν ἐξουσίᾳ τῆς διαίτης ἀνατιθέντες τῇ τύχῃ. κἀκεῖνος μὲν ἐν Σαμαρείᾳ τῇ κληθείσῃ Σεβαστῇ τοῦτον τὸν τρόπον ἐνοσηλεύετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: