previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[232]

Συνθεωρήσασα δὲ τὸν καιρὸν Ἀλεξάνδρα, καὶ διότι μικρὰς ἐλπίδας ἔχοι μὴ καὶ αὐτὴ τῶν ὁμοίων ἐξ Ἡρώδου τυχεῖν, ἐναντίως πρὸς τὸ πρῶτον θράσος καὶ λίαν ἀπρεπῶς μετεβάλετο: [233] βουλομένη γὰρ ἐμφῆναι τὴν ἄγνοιαν ὧν ἐκείνη τὰς αἰτίας εἶχεν, ἐκπηδήσασα καὶ λοιδορουμένη τῇ θυγατρὶ πάντων ἀκουόντων ἐβόα κακὴν πρὸς τὸν ἄνδρα καὶ ἀχάριστον γενέσθαι καὶ δίκαια πάσχειν ἐπὶ τοῖς τοιούτοις τολμήσασαν: οὐ γὰρ ἀμείψασθαι δεόντως τὸν πάντων αὐτῶν εὐεργέτην. [234] τοιαῦτα μεταξὺ καθυποκρινομένης ἀσχημόνως καὶ τολμώσης ἐφάπτεσθαι καὶ τῶν τριχῶν, πολλὴ μέν, ὡς εἰκός, καὶ παρὰ τῶν ἄλλων κατάγνωσις ἦν τῆς ἀπρεποῦς προσποιήσεως, μᾶλλον δὲ ἐνεφάνη παρ᾽ αὐτῆς τῆς ἀπολλυμένης: [235] οὔτε γὰρ λόγον δοῦσα τὴν ἀρχὴν οὔτε ταραχθεῖσα πρὸς τὴν ἐκείνης δυσχέρειαν ἐπέβλεπεν ἀλλ᾽ ὡς ὑπὸ φρονήματος τὴν ἁμαρτίαν καὶ μᾶλλον ἄχθεσθαι περιφανῶς ἀσχημονούσης ἐνέφηνεν. [236] αὐτή γε μὴν ἀτρεμαίῳ τῷ καταστήματι καὶ τῇ χρόᾳ τῆς σαρκὸς ἀμεταβλήτῳ πρὸς τὸν θάνατον ἀπῄει, τὴν εὐγένειαν οὐδ᾽ ἐν τοῖς ἐσχάτοις ἄδηλον τοῖς ἐπιθεωροῦσιν αὐτὴν ἐμφαίνουσα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: