previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[218]

Ἐπιτυχὼν δὲ καὶ τούτων λαμπρότερος ἦν, καὶ τὸν μὲν Καίσαρα παρέπεμψεν ἐπ᾽ Ἀντιοχείας, αὐτὸς δ᾽ ἐπανελθὼν ὅσον ᾤετο τὰ πράγματα αὐτῷ διὰ τῶν ἔξωθεν ἐπιδιδόναι πρὸς εὐδαιμονίαν, τοσοῦτον ἔκαμνεν τοῖς οἰκείοις καὶ μάλιστα περὶ τὸν γάμον, ἐν καὶ μᾶλλον εὐτυχεῖν ἐδόκει πρότερον: ἔρωτα γὰρ οὐδενὸς ἐλάττω τῶν ἱστορουμένων ἐπεπόνθει μετὰ τοῦ δικαίου τῆς Μαριάμμης. [219] δὲ τὰ μὲν ἄλλα σώφρων καὶ πιστὴ πρὸς αὐτὸν ἦν, εἶχεν δέ τι καὶ γυναικεῖον ὁμοῦ καὶ χαλεπὸν ἐκ φύσεως, ἱκανῶς μὲν ἐντρυφῶσα δεδουλωμένῳ διὰ τὴν ἐπιθυμίαν καὶ τὸ βασιλεύεσθαι καὶ κρατεῖν ἄλλον αὐτῆς οὐ συγκαταλογιζομένη τῷ καιρῷ πολλάκις μὲν ὑβριστικῶς αὐτῷ προσηνέχθη καὶ τοῦτ᾽ ἐκεῖνος ἐξειρωνευόμενος ἔφερεν ἐγκρατῶς καὶ μειζόνως, [220] ἀναφανδὸν δὲ τήν τε μητέρα καὶ τὴν ἀδελφὴν ἐπὶ δυσγενείᾳ διεχλεύαζεν καὶ κακῶς ἔλεγεν, ὥστ᾽ ἤδη στάσιν ἐν ταῖς γυναιξὶν εἶναι καὶ μῖσος ἄσπονδον, ἐν δὲ τῷ τότε καὶ διαβολὰς μείζονας. [221] τε ὑποψία τρεφομένη παρέτεινεν ἐνιαυτοῦ μῆκος ἐξ οὗ παρὰ Καίσαρος Ἡρώδης ὑπεστρόφει. τέλεον μέντοι προοικονομούμενον ἐκ πλείονος ἐξερράγη τοιαύτης ἀφορμῆς ἐγγενομένης: [222] κατακλινόμενος βασιλεὺς ὡς ἀναπαύσασθαι μεσημβρίας οὔσης ἐκάλει τὴν Μαριάμμην ὑπὸ φιλοστοργίας, ἧς ἀεὶ περὶ αὐτὴν εἶχεν. δὲ εἰσῆλθεν μέν, οὐ μὴν καὶ κατεκλίθη σπουδάζοντος ἐκφαυλίσασα καὶ προσλοιδορηθεῖσα, τόν τε πατέρα καὶ τὸν ἀδελφὸν αὐτῆς ὡς ἀπεκτόνοι. [223] χαλεπῶς δ᾽ ἐκείνου τὴν ὕβριν ἐνηνοχότος καὶ γεγονότος εἰς προπέτειαν ἑτοίμου, τῆς ταραχῆς αἰσθομένη μείζονος τοῦ βασιλέως ἀδελφὴ Σαλώμη παρεσκευασμένον ἐκ πλείστου τὸν οἰνοχόον εἰσπέμπει κελεύουσα λέγειν, ὡς πείθοι Μαριάμμη φίλτρον αὐτῇ συγκατασκευάσαι τῷ βασιλεῖ. [224] κἂν ταραχθῇ καὶ πυνθάνηται, τί ποτε τοῦτ᾽ ἦν, λέγειν ὅτι φάρμακον ἐκείνης μὲν ἐχούσης αὐτοῦ δὲ διακονῆσαι παρακαλουμένου, μὴ κινηθέντος δ᾽ ἐπὶ τῷ φίλτρῳ τὸν λόγον ἀργὸν ἐᾶν: οὐδένα γὰρ αὐτῷ κίνδυνον φέρειν. τοιαῦτα προδιδάξασα κατ᾽ ἐκεῖνον τὸν καιρὸν εἰσπέμπει διαλεξόμενον. [225] δὲ πιθανῶς ἅμα καὶ μετὰ σπουδῆς εἰσῄει, δῶρα μὲν αὐτῷ τὴν Μαριάμμην παρεσχῆσθαι λέγων, ἀναπείθειν δὲ φίλτρον αὐτῷ διδόναι. πρὸς τοῦτο διακινηθέντος καὶ τί τὸ φίλτρον εἴη ἐρωτήσαντος, φάρμακον εἶπεν ὑπ᾽ ἐκείνης διδόμενον, οὗ τὴν δύναμιν αὐτὸς οὐκ εἰδέναι, διὸ καὶ προσαγγεῖλαι τοῦτ᾽ ἀσφαλέστερον αὐτῷ καὶ τῷ βασιλεῖ διειληφότα. [226] τοιούτων ἀκούσας Ἡρώδης λόγων καὶ πρότερον κακῶς διακείμενος ἔτι μᾶλλον ἠρεθίσθη, τόν τ᾽ εὐνοῦχον, ὃς ἦν τῇ Μαριάμμῃ πιστότατος, ἐβασάνιζεν ὑπὲρ τοῦ φαρμάκου γινώσκων, ὡς οὐ χωρὶς ἐκείνου τι δυνατὸν ἦν οὔτε μεῖζον οὔτε ἔλαττόν τι πεπρᾶχθαι. [227] γενόμενος δὲ ἐν ταῖς ἀνάγκαις ἄνθρωπος, οὐδὲν μὲν ὧν ἕνεκεν ἐβασανίζετο λέγειν εἶχεν, τὸ μέντοι τῆς γυναικὸς ἔχθος εἰς αὐτὸν ἔφη γενέσθαι διὰ τοὺς λόγους, οὓς Σόαιμος αὐτῇ φράσαι. [228] ταῦτα δ᾽ ἔτι λέγοντος μέγα βοήσας βασιλεὺς οὐκ ἂν ἔφη Σόαιμον πιστότατον ὄντα τόν γε ἄλλον χρόνον αὐτῷ καὶ τῇ βασιλείᾳ καταπροδοῦναι τὰς ἐντολάς, εἰ μὴ καὶ περαιτέρω προεληλύθει τῆς πρὸς τὴν Μαριάμμην κοινωνίας. [229] καὶ τὸν μὲν Σόαιμον εὐθὺς ἐκέλευσεν ἀποκτεῖναι συλλαβόντας: τῇ δὲ γυναικὶ κρίσιν ἀπεδίδου συναγαγὼν τοὺς οἰκειοτάτους αὐτῷ καὶ τὴν κατηγορίαν ἐσπουδασμένην ποιούμενος ὑπὲρ τῶν κατὰ τὰς διαβολὰς φίλτρων καὶ φαρμάκων. ἦν δὲ ἀκρατὴς ἐν τῷ λόγῳ καὶ κρίσεως ὀργιλαίτερος, καὶ τέλος οὕτως ἔχοντα γινώσκοντες αὐτὸν οἱ παρόντες θάνατον αὐτῆς κατεψηφίσαντο. [230] διενεχθείσης δὲ τῆς γνώμης ὑπεγίνετο μέν τι καὶ τοιοῦτον αὐτῷ τε καί τισιν τῶν παρόντων μὴ προπετῶς οὕτως ἀναιρεῖν, καταθέσθαι δὲ εἰς ἕν τι τῶν ἐν τῇ βασιλείᾳ φρουρίων. [231] ἐσπουδάσθη δὲ ταῖς περὶ τὴν Σαλώμην ἐκποδὼν ποιήσασθαι τὴν ἄνθρωπον καὶ μᾶλλον ἔπεισαν τὸν βασιλέα τὰς ταραχὰς τοῦ πλήθους, εἰ ζῶσα τύχοι, φυλάξασθαι συμβουλεύουσαι. Μαριάμμη μὲν οὖν οὕτως ἤγετο τὴν ἐπὶ θανάτῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: