previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[202]

Τότε μέντοι γενόμενος ἐν τῇ βασιλείᾳ τεταραγμένην αὐτῷ τὴν οἰκίαν καταλαμβάνει καὶ χαλεπῶς ἐχούσας τήν τε γυναῖκα Μαριάμμην καὶ τὴν μητέρα τὴν ἐκείνης Ἀλεξάνδραν. [203] οἰηθεῖσαι γάρ, ὅπερ ἦν ὕποπτον, οὐκ εἰς ἀσφάλειαν τῶν σωμάτων εἰς ἐκεῖνο κατατεθῆναι τὸ χωρίον, ἀλλ᾽ ὡς φρουρᾷ μηθενὸς μήτε τῶν ἄλλων μήθ᾽ αὑτῶν ἐξουσίαν ἔχοιεν, χαλεπῶς ἔφερον. [204] τε Μαριάμμη τὸν μὲν ἔρωτα τοῦ βασιλέως ὑπόκρισιν ἄλλως καὶ πρὸς τὸ συμφέρον αὐτῷ γινομένην ἀπάτην ὑπελάμβανεν, ἤχθετο δὲ τῷ μηδ᾽ εἰ πάσχοι τι δεινὸν ἐκεῖνος ἐλπίδα τοῦ βιώσεσθαι δι᾽ αὐτὸν ἐσχηκέναι καὶ τὰς Ἰωσήπῳ δοθείσας ἐντολὰς ἀνεμνημόνευεν, ὥστ᾽ ἤδη διὰ θεραπείας εἶχεν τοὺς φρουροὺς καὶ μᾶλλον τὸν Σόαιμον, ἐν ἐκείνῳ τὸ πᾶν ἐπισταμένη. [205] Σόαιμος δὲ κατὰ μὲν τὰς ἀρχὰς πιστὸς ἦν οὐδὲν ὧν Ἡρώδης ἐνετέταλτο παριείς, λόγοις δὲ καὶ δωρεαῖς λιπαρέστερον τῶν γυναικῶν ἐκθεραπευουσῶν αὐτὸν ἡττᾶτο κατὰ μικρὸν ἤδη καὶ τέλος ἐξεῖπεν ἁπάσας τὰς ἐντολὰς τοῦ βασιλέως, μάλιστα μὲν οὐδ᾽ ἐλπίσας αὐτὸν ἐπὶ τῆς αὐτῆς ὑποστρέψειν ἐξουσίας: [206] ἐν καὶ μᾶλλον ἐκφυγὼν τὸν ἀπ᾽ αὐτοῦ κίνδυνον οὐ μικρὰ χαριεῖσθαι ταῖς γυναιξὶν ὑπελάμβανεν, αἷς ἦν εἰκὸς οὐκ ἀποτεύξεσθαι τοῦ περιόντος ἀξιώματος, ἀλλὰ καὶ πλέον εἰς τὴν ἀμοιβὴν ἕξειν εἰ βασιλευούσας τοῦ βασιλεύοντος ἀγχοῦ γενησομένας. [207] ἐπήλπιζε δ᾽ αὐτὸν οὐχ ἧττον, εἰ καὶ πάντα κατὰ νοῦν πράξας ὑποστρέψειεν Ἡρώδης, μηδὲν ὅτι τῇ γυναικὶ δυνήσεσθαι βουλομένῃ γε ἀντειπεῖν: ἠπίστατο γὰρ τὸν πρὸς τὴν Μαριάμμην ἔρωτα μείζονα λόγου τῷ βασιλεῖ. [208] ταῦτα προσεκλύσαντα τὰς ἐντολὰς ἐξαγγεῖλαι Μαριάμμη χαλεπῶς ἤκουσεν, εἰ μηδὲν πέρας αὐτῇ τῶν ἐξ Ἡρώδου κινδύνων ἔσται, χαλεπῶς δὲ διέκειτο, μηδενὸς μὲν τυχεῖν αὐτὸν τῶν ἴσων εὐχομένη, δυσύποιστον δ᾽ εἰ τύχοι τὸν μετ᾽ αὐτοῦ βίον κρίνουσα. καὶ τοῦτο διέδειξεν ἐν ὑστέρῳ μηδὲν ἐπικρυψαμένη τοῦ κατ᾽ αὐτὴν πάθους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: