previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[174]

Ταῦτα δὲ γράφομεν ἡμεῖς, ὡς ἐν τοῖς ὑπομνήμασιν τοῖς τοῦ βασιλέως Ἡρώδου περιείχετο. τοῖς δ᾽ ἄλλοις οὐ κατὰ ταῦτα συμφωνεῖ: τὸν γὰρ Ἡρώδην οὐκ ἐπὶ τοιούτοις δοκοῦσιν, ἀλλ᾽ ἐξ ἐπιβουλῆς μᾶλλον Ὑρκανῷ τὴν αἰτίαν ἐπάγοντα κατὰ τὸν αὐτοῦ τρόπον ἀποκτεῖναι: [175] γράφουσι γὰρ οὕτως, ἐν συμποσίῳ τινὶ μηδὲν ὑποψίας ἐνδιδόντα λόγον Ὑρκανῷ προσφέρειν, εἴ τινας ἐπιστολὰς παρὰ τοῦ Μάλχου λάβοι, καὶ τὸν μὲν ὁμολογῆσαι προσαγορευτικὰ γράμματα κομίσασθαι, [176] τὸν δ᾽, εἰ καί τινα δωρεὰν εἰληφὼς εἴη, πάλιν ἐπερέσθαι: τοῦ δὲ μηδὲν πλέον κτηνῶν ἀναβατικῶν τέτταρα πέμψαντος αὐτῷ λαβεῖν, εἰς αἰτίαν τὸ τοιοῦτον ἐπαναφέροντα δωροδοκίας καὶ προδοσίας ἀπάγχειν προστάξαι τὸν ἄνδρα. [177] τεκμήρια δὲ τοῦ μηδὲν ἁμαρτόντα τοιούτῳ τέλει περιπεσεῖν καταλογίζονται τὴν ἐπιείκειαν τοῦ τρόπου καὶ τὸ μήτ᾽ ἐν νεότητι θράσους προπετείας ἐπίδειξιν πεποιῆσθαι μήθ᾽ ὅτε τὴν βασιλείαν αὐτὸς εἶχεν, ἀλλὰ κἀν ταύτῃ τὰ πλεῖστα τῶν κατὰ τὴν διοίκησιν Ἀντιπάτρῳ παρακεχωρηκέναι. [178] τότε δ᾽ ἐντῶ πλείω μὲν ὀγδοήκοντα γεγονὼς ἐτύγχανεν ἔτη, κρατοῦντα δὲ μετὰ πάσης ἀσφαλείας τὸν Ἡρώδην ἠπίστατο, διαβεβήκει δὲ καὶ τὸν Εὐφράτην τοὺς ἐν τῷ πέραν τιμῶντας αὐτὸν καταλιπὼν ὡς ὅλος ἐπ᾽ ἐκείνῳ γενησόμενος: ἐγχειρεῖν οὖν τι καὶ καινοτέρων ἅπτεσθαι πάντων ἀπιθανώτατον καὶ οὐ πρὸς τῆς ἐκείνου φύσεως, ἀλλὰ ταῦτα σκῆψιν Ἡρώδου γενέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: