previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[121]

Ἐν τούτῳ καὶ τῆς ἐπ᾽ Ἀκτίῳ μάχης συνεσταμένης Καίσαρι πρὸς Ἀντώνιον ἑβδόμου δ᾽ ὄντος Ἡρώδῃ τῆς βασιλείας ἔτους σεισθεῖσα γῆ τῶν Ἰουδαίων, ὡς οὐκ ἄλλοτε ἐδόκει, τῶν ἐν τῇ χώρᾳ κτηνῶν πολὺν φθόρον ἐποίησεν. [122] ἐφθάρησαν δὲ καὶ τῶν ἀνθρώπων ὑπὸ ταῖς πεπτωκυίαις οἰκίαις περὶ τρισμυρίους: τὸ μέντοι στρατιωτικὸν ἐν ὑπαίθρῳ διαιτώμενον οὐδὲν ὑπὸ τοῦ πάθους κατεβλάβη. [123] ταῦτα πυνθανομένοις τοῖς Ἄραψιν καὶ μᾶλλον κατ᾽ ἀλήθειαν ἐξαγγελλόντων αὐτοῖς ὅσοι τοὺς ὑπὲρ τῶν γεγονότων λόγους τῷ μίσει τῶν ἀκουσομένων ἐχαρίζοντο μεῖζον ἐπῄει φρονεῖν, ὡς τῆς τε χώρας ἀνατετραμμένης τοῖς πολεμίοις καὶ διεφθορότων τῶν ἀνθρώπων μηδὲν ἔτι μηδ᾽ εἰς αὐτοὺς ἀντίπαλον καταλελεῖφθαι δοκεῖν. [124] καὶ τῶν τε Ἰουδαίων τοὺς πρέσβεις, ἧκον γὰρ ἐπὶ τοῖς γεγενημένοις, συλλαβόντες ἀπέκτειναν καὶ μετὰ πάσης προθυμίας ἐχώρουν ἐπὶ τὸ στρατιωτικὸν αὐτῶν. [125] οἱ δ᾽ οὔτε τὴν ἔφοδον ἐξεδέξαντο καὶ πρὸς τὰς συμφορὰς ἀθύμως διακείμενοι προΐεντο τὰ πράγματα, πλεῖστον ἀπογνώσεως ἐπ᾽ αὐτοῖς πεπονθότες: οὐ γὰρ ἦν οὔτε ἰσοτιμίας ἐλπὶς προηττημένοις ἐν ταῖς μάχαις οὔτε βοηθείας κεκακωμένων αὐτοῖς τῶν οἴκοι πραγμάτων. [126] οὕτως οὖν ἐχόντων ἐπῆγεν βασιλεὺς λόγῳ τε πείθων τοὺς ἡγεμόνας καὶ πειρώμενος ἀναλαμβάνειν αὐτῶν πεπτωκότα τὰ φρονήματα. προδιακινήσας δὲ καὶ παραθαρρύνας τινὰς τῶν ἀμεινόνων ἐτόλμησεν ἤδη καὶ τῷ πλήθει διαλέγεσθαι πρότερον ὀκνῶν αὐτό, μὴ καὶ χαλεπῷ χρήσηται διὰ τὰς ἀτυχίας. παρεκάλει δὲ τοιούτους ποιούμενος εἰς τὸν ὄχλον τοὺς λόγους:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: