previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[68]

δὲ Ἰώσηπος ἐπὶ τῆς διοικήσεως ὢν τῶν ἐν τῇ βασιλείᾳ πραγμάτων καὶ διὰ τοῦτο συνεχὲς ἐντυγχάνων τῇ Μαριάμμῃ περί τε τὰς πραγματείας καὶ τιμῆς ἕνεκεν, ἣν ἔδει βασιλευούσῃ παρ᾽ αὐτοῦ γενέσθαι, καθίει συνεχεῖς ὁμιλίας ὑπὲρ τῆς Ἡρώδου πρὸς αὐτὴν εὐνοίας καὶ φιλοστοργίας. [69] ἐξειρωνευομένων δὲ γυναικείως τοὺς λόγους καὶ μάλιστα τῆς Ἀλεξάνδρας, ὑπερεσπουδακὼς Ἰώσηπος ἐπιδεῖξαι τὴν διάνοιαν τοῦ βασιλέως προήχθη καὶ τὰ περὶ τὴν ἐντολὴν εἰπεῖν, πίστιν αὐτὰ ποιούμενος ὡς οὐδὲ χωρὶς ἐκείνης ζῆν δύναται κἂν εἰ πάσχοι δεινόν τι οὐκ ἀξιοῦντος οὐδὲ θανάτῳ διεζεῦχθαι. [70] ταῦτα μὲν Ἰώσηπος. αἱ δὲ γυναῖκες, ὡς εἰκός, οὐ τὸ φιλόστοργον τῆς περὶ τὸν Ἡρώδην διαθέσεως, τὸ δὲ χαλεπόν, εἰ μηδ᾽ ἀποθνήσκοντος ὑστερήσειεν ἀπωλείας καὶ θανάτου τυραννικοῦ, προλαμβάνουσαι χαλεπὴν τὴν ὑπόνοιαν τοῦ ῥηθέντος εἶχον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: