previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[50]

Καὶ τῆς σκηνοπηγίας ἐπεχούσης, ἑορτὴ δέ ἐστιν αὕτη παρ᾽ ἡμῖν εἰς τὰ μάλιστα τηρουμένη, ταύτας τὰς ἡμέρας ὑπερεβάλλετο καὶ πρὸς εὐφροσύναις αὐτός τε καὶ τὸ λοιπὸν πλῆθος ἦν. ἐκίνησεν δ᾽ αὐτὸν ὅμως κἀκ τῶν τοιούτων ἐπισπεῦσαι τὰ περὶ τὴν προαίρεσιν ἐμφανῶς παροξύνων φθόνος. [51] τὸ γὰρ μειράκιον Ἀριστόβουλος ἕβδομον ἐπὶ τοῖς δέκα γεγονὸς ἔτος, ἐπειδὴ κατὰ τὸν νόμον ἀνῆλθεν ἐπὶ τὸν βωμὸν συντελέσων τὰ θύματα, τόν τε κόσμον ἔχων τὸν τῶν ἀρχιερέων καὶ τὰ περὶ τὴν θρησκείαν ἐκτελῶν, κάλλει τε κάλλιστος καὶ μεγέθει πλέον πρὸς τὴν ἡλικίαν ὑπεράγων, τοῦ γε μὴν περὶ τὸ γένος ἀξιώματος πλεῖστον ἐν τῇ μορφῇ διαφαίνων, [52] ὁρμή τε τῷ πλήθει πρὸς αὐτὸν εὐνοίας ἐγένετο καὶ τῶν Ἀριστοβούλῳ τῷ πάππῳ πεπραγμένων ἐναργὴς μνήμη παρέστη, νικώμενοί τε κατὰ μικρὸν ἐξηλέγχοντο τὰς διαθέσεις χαίροντες ὁμοῦ καὶ συγχεόμενοι καὶ φωνὰς εὐφήμους εἰς αὐτὸν ἀφιέντες εὐχαῖς μεμιγμένας, ὡς ἐμφανῆ γενέσθαι τὴν εὔνοιαν τῶν ὄχλων καὶ προπετεστέραν ἐν βασιλείᾳ δοκεῖν τὴν ὧν πεπόνθεσαν ὁμολογίαν. [53] ἐπὶ τούτοις ἅπασιν Ἡρώδης ἔγνω τὴν προαίρεσιν, ἣν εἶχεν εἰς τὸ μειράκιον, ἐξεργάσασθαι. καὶ τῆς ἑορτῆς παρελθούσης εἱστιᾶτο μὲν ἐν Ἱεριχοῦντι δεχομένης αὐτοὺς τῆς Ἀλεξάνδρας, φιλοφρονούμενος δὲ τὸ μειράκιον καὶ προέλκων εἰς ἀδεῆ πότον ἕτοιμος ἦν συμπαίζειν καὶ νεανιεύεσθαι κεχαρισμένως ἐκείνῳ. [54] τοῦ δὲ περὶ τὸν τόπον ἰδιώματος θερινωτέρου τυγχάνοντος συνειλεγμένοι τάχιον ἐξῆλθον ἀλύοντες, καὶ ταῖς κολυμβήθραις ἐπιστάντες, αἳ μεγάλαι περὶ τὴν αὐλὴν ἐτύγχανον, ἀνέψυχον τὸ θερμότατον τῆς μεσημβρίας. [55] καὶ πρῶτον μὲν ἑώρων τοὺς νέοντας τῶν οἰκετῶν καὶ φίλων, ἔπειτα προαχθέντος καὶ τοῦ μειρακίου τῷ καὶ τὸν Ἡρώδην παροξῦναι, τῶν φίλων οἷς ταῦτα ἐπιτέτακτο σκότους ἐπέχοντος βαροῦντες ἀεὶ καὶ βαπτίζοντες ὡς ἐν παιδιᾷ νηχόμενον οὐκ ἀνῆκαν, ἕως καὶ παντάπασιν ἀποπνῖξαι. [56] καὶ διεφθάρη μὲν οὕτως Ἀριστόβουλος, ὀκτωκαίδεκα μὲν οὐ πάντα βιοὺς ἔτη, τὴν δ᾽ ἱερωσύνην κατασχὼν ἐνιαυτόν, ἣν Ἀνάνηλος ἐκομίσατο πάλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: