previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[31]

Τούτοις δὲ παραιτησάμενος τὸν Ἀντώνιον ἔγνω μὴ μέχρι παντὸς ἀτιμάζειν τὸν παῖδα καὶ τὴν Ἀλεξάνδραν, ἀλλὰ καὶ τῆς γυναικὸς Μαριάμμης ἐγκειμένης λιπαρῶς ἀποδοῦναι τἀδελφῷ τὴν ἀρχιερωσύνην, καὶ συμφέρειν αὐτῷ κρίνων, ἵνα μηδ᾽ ἀποδημῆσαι δυνατὸν τετιμημένῳ, σύλλογον ποιήσας τῶν φίλων ᾐτιᾶτο πολλὰ τὴν Ἀλεξάνδραν, [32] κρύφα τε ἐπιβουλεῦσαι λέγων τῇ βασιλείᾳ καὶ διὰ τῆς Κλεοπάτρας πράττειν, ὅπως αὐτὸς μὲν ἀφαιρεθῇ τὴν ἀρχήν, τὸ δὲ μειράκιον ἀντ᾽ αὐτοῦ παραλάβῃ τὰ πράγματα δι᾽ Ἀντωνίου. [33] καὶ ταῦτα βούλεσθαι μὲν ἐκείνην οὐ δικαίως, ὁπότε καὶ τὴν θυγατέρα συναποστεροίη τῆς οὔσης αὐτῇ τιμῆς καὶ ταραχὰς ἐπὶ τῇ βασιλείᾳ πραγματεύοιτο, πολλὰ πονήσαντος αὐτοῦ καὶ κτησαμένου κινδύνοις οὐ τοῖς τυχοῦσιν. [34] οὐ μὴν ἀπομνημονεύσας αὐτὸς ὧν οὐ καλῶς ἐκείνη πράξειεν ἀποστήσεσθαι τοῦ δίκαιος εἶναι περὶ αὐτούς, ἀλλὰ καὶ νῦν ἔφη διδόναι τῷ παιδὶ τὴν ἀρχιερωσύνην καὶ πάλαι προκαταστήσασθαι τὸν Ἀνάνηλον παιδίου παντάπασιν ὄντος Ἀριστοβούλου. [35] τοιαῦτα δὲ λέγοντος οὐκ ἀσκέπτως, ἀλλ᾽ ὅπερ ἠξίου μάλιστα πεφροντισμένως εἰς ἀπάτην γυναικῶν καὶ τῶν συμπαραληφθέντων φίλων, περιπαθὴς ἅμα καὶ χαρᾷ τῶν οὐ προσδοκηθέντων καὶ δέει τῆς ὑποψίας Ἀλεξάνδρα μετὰ δακρύων ἀπελογεῖτο, [36] περὶ μὲν τῆς ἱερωσύνης φαμένη πᾶν ὁτιοῦν ὑπ᾽ ἀδοξίας σπουδάσαι, βασιλείᾳ δὲ μήτε ἐπιτίθεσθαι μήτ᾽ ἄν, εἰ καὶ προσίοι, βούλεσθαι λαβεῖν, καὶ νῦν ἀποχρώντως τιμῆς ἔχουσα διὰ τὴν ἀρχὴν τὴν ἐκείνου καὶ τὴν ἀσφάλειαν τὴν ἐκ τοῦ δύνασθαι μᾶλλον ἑτέρων ἄρχειν αὐτὸν ἅπαντι τῷ γένει περιοῦσαν. [37] νῦν τε νενικημένη ταῖς εὐεργεσίαις δέχεσθαι μὲν εἰς τὸν υἱὸν τὴν τιμήν, ἔσεσθαι δὲ πρὸς πᾶν ὑπήκοος, παραιτεῖσθαι δὲ κἂν εἴ τι διὰ γένος καὶ τὴν οὖσαν αὐτῇ παρρησίαν προπετέστερον ὑπ᾽ ἀναξιοπαθείας δράσειεν. [38] οὕτως ἀλλήλοις ὁμιλήσαντες καὶ σπουδαιότερον θᾶττον ἐν δεξιαῖς διελύοντο πάσης ὑποψίας, ὡς ἐδόκουν, ἐξῃρημένης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: