previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[403]

Κατὰ δὲ τὴν βόρειον πλευρὰν ἀκρόπολις ἐγγώνιος εὐερκὴς ἐτετείχιστο διάφορος ἐχυρότητι. ταύτην οἱ πρὸ Ἡρώδου τοῦ Ἀσαμωναίων γένους βασιλεῖς καὶ ἀρχιερεῖς ᾠκοδόμησαν καὶ βᾶριν ἐκάλεσαν, ὡς ἐκεῖ τὴν ἱερατικὴν αὐτοῖς ἀποκεῖσθαι στολήν, ἣν ὅταν δέῃ θύειν τότε μόνον ἀρχιερεὺς ἀμφιέννυται. [404] ταύτην Ἡρώδης βασιλεὺς ἐφύλαξεν ἐν τῷ τόπῳ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ὑπὸ Ῥωμαίοις ἦν μέχρι τῶν Τιβερίου Καίσαρος χρόνων. [405] ἐπὶ τούτου δὲ Οὐιτέλλιος τῆς Συρίας ἡγεμὼν ἐπιδημήσας τοῖς Ἱεροσολύμοις, δεξαμένου τοῦ πλήθους αὐτὸν λαμπρότατα πάνυ θέλων αὐτοὺς τῆς εὐποιίας ἀμείψασθαι, ἐπεὶ παρεκάλεσαν τὴν ἱερὰν στολὴν ὑπὸ τὴν αὐτῶν ἐξουσίαν ἔχειν, ἔγραψεν περὶ τούτων Τιβερίῳ Καίσαρι κἀκεῖνος ἐπέτρεψεν, καὶ παρέμεινεν ἐξουσία τῆς στολῆς τοῖς Ἰουδαίοις μέχρις ἐτελεύτησεν βασιλεὺς Ἀγρίππας. [406] μετὰ τοῦτον δὲ Κάσσιος Λογγῖνος τὴν Συρίαν τότε διοικῶν καὶ Κούσπιος Φᾶδος τῆς Ἰουδαίας ἐπίτροπος κελεύουσιν τοὺς Ἰουδαίους εἰς τὴν Ἀντωνίαν καταθέσθαι τὴν στολήν: Ῥωμαίους γὰρ αὐτῆς εἶναι δεῖν κυρίους, καθὼς καὶ πρότερον ἦσαν. [407] πέμπουσιν οὖν Ἰουδαῖοι πρέσβεις πρὸς Κλαύδιον Καίσαρα περὶ τούτων παρακαλέσοντας. ὧν ἀναβάντων νεώτερος βασιλεὺς Ἀγρίππας ἐν Ῥώμῃ τυγχάνων αἰτησάμενος παρὰ τοῦ αὐτοκράτορος τὴν ἐξουσίαν ἔλαβεν ἐντειλαμένου Οὐιτελλίῳ τῷ τῆς Συρίας ἀντιστρατήγῳ. [408] πρότερον δ᾽ ἦν ὑπὸ σφραγῖδα τοῦ ἀρχιερέως καὶ τῶν γαζοφυλάκων, καὶ πρὸ μιᾶς ἡμέρας τῆς ἑορτῆς ἐπὶ τὸν Ῥωμαίων φρούραρχον ἀναβαίνοντες οἱ γαζοφύλακες καὶ καταμανθάνοντες τὴν ἑαυτῶν σφραγῖδα τὴν στολὴν ἐλάμβανον. εἶτ᾽ αὖθις τῆς ἑορτῆς παρελθούσης εἰς τὸν αὐτὸν κομίσαντες τόπον καὶ τῷ φρουράρχῳ δείξαντες σύμφωνον τὴν σφραγῖδα κατετίθεντο. [409] ταῦτα μὲν οὖν ὑπὸ τοῦ πάθους τῶν ἐπισυμβεβηκότων παρεδηλώθη. τότε δ᾽ οὖν τῶν Ἰουδαίων βασιλεὺς Ἡρώδης καὶ ταύτην τὴν βᾶριν ὀχυρωτέραν κατασκευάσας ἐπ᾽ ἀσφαλείᾳ καὶ φυλακῇ τοῦ ἱεροῦ, χαριζόμενος Ἀντωνίῳ φίλῳ μὲν αὐτοῦ Ῥωμαίων δὲ ἄρχοντι προσηγόρευσεν Ἀντωνίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: