previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[391]

Ἀνελὼν δὲ τοὺς ἀρχαίους θεμελίους καὶ καταβαλόμενος ἑτέρους ἐπ᾽ αὐτῶν ναὸν ἤγειρεν μήκει μὲν ἑκατὸν ὄντα πηχῶν, τὸ δ᾽ ὕψος εἴκοσι περιττοῖς, οὓς τῷ χρόνῳ συνιζησάντων τῶν θεμελίων ὑπέβη. καὶ τοῦτο μὲν κατὰ τοὺς Νέρωνος καιροὺς ἐπεγείρειν ἐγνώκειμεν. [392] ᾠκοδομήθη δὲ ναὸς ἐκ λίθων λευκῶν τε καὶ κραταιῶν τὸ μέγεθος ἑκάστων περὶ πέντε καὶ εἴκοσι πήχεις ἐπὶ μῆκος, ὀκτὼ δὲ ὕψος, εὖρος δὲ περὶ δώδεκα. [393] καὶ παντὸς αὐτοῦ καθότι καὶ τῆς βασιλείου στοᾶς τὸ μὲν ἔνθεν καὶ ἔνθεν ταπεινότατον, ὑψηλότατον δὲ τὸ μεσαίτατον, ὡς περίοπτον ἐκ πολλῶν σταδίων εἶναι τοῖς τὴν χώραν νεμομένοις, μᾶλλον δ᾽ εἴ τινες κατ᾽ ἐναντίον οἰκοῦντες προσιόντες τύχοιεν. [394] θύρας δὲ ἐπὶ τῆς εἰσόδου σὺν τοῖς ὑπερθυρίοις ἴσον ἐχούσας τῷ ναῷ ποικίλοις ἐμπετάσμασιν κεκόσμητο, τὰ μὲν ἄνθη ἁλουργέσιν, κίονας δὲ ἐνυφασμένους. [395] καθύπερθε δ᾽ αὐτῶν ὑπὸ τοῖς τριχώμασιν ἄμπελος διετέτατο χρυσῆ τοὺς βότρυας ἀπαιωρουμένους ἔχουσα, θαῦμα καὶ τοῦ μεγέθους καὶ τῆς τέχνης τοῖς ἰδοῦσιν, οἷον ἐν πολυτελείᾳ τῆς ὕλης τὸ κατασκευασθὲν ἦν. [396] περιελάμβανεν δὲ καὶ στοαῖς μεγίσταις τὸν ναὸν ἅπαντα πρὸς τὴν ἀναλογίαν ἐπιτηδεύων καὶ τὰς δαπάνας τῶν πρὶν ὑπερβαλλόμενος, ὡς οὐκ ἄλλος τις δοκεῖ ἐπικεκοσμηκέναι τὸν ναόν. ἄμφω δ᾽ ἦσαν μετὰ τοῦ τείχους, αὐτὸ δὲ τὸ τεῖχος ἔργον μέγιστον ἀνθρώποις ἀκουσθῆναι. [397] λόφος ἦν πετρώδης ἀνάντης ἠρέμα πρὸς τοῖς ἑῴοις μέρεσιν τῆς πόλεως ὑπτιούμενος ἐπὶ τὴν κορυφὴν ἄκραν. [398] τοῦτον πρῶτος ἡμῶν βασιλεὺς Σολομῶν κατ᾽ ἐπιφροσύνην μεγάλαις ἐργασίαις ἀπετείχιζεν τὰ περὶ τὴν ἄκραν ἄνωθεν, ἀπετείχιζεν δὲ κάτωθεν ἀπὸ τῆς ῥίζης ἀρχόμενος, ἣν βαθεῖα περιθεῖ φάραγξ ἠλιβάτοις πέτραις μολίβδῳ δεδεμέναις πρὸς ἀλλήλας, ἀπολαμβάνων αἰεί τι τῆς ἔσω χώρας καὶ προβαίνων εἰς βάθος, [399] ὥστ᾽ ἄπειρον εἶναι τό τε μέγεθος τῆς δομῆς καὶ τὸ ὕψος τετραγώνου γεγενημένης, ὡς τὰ μὲν μεγέθη τῶν λίθων ἀπὸ μετώπου κατὰ τὴν ἐπιφάνειαν ὁρᾶσθαι, τὰ δ᾽ ἐντὸς σιδήρῳ διησφαλισμένα συνέχειν τὰς ἁρμογὰς ἀκινήτους τῷ παντὶ χρόνῳ. [400] τῆς δ᾽ ἐργασίας οὕτω συναπτούσης εἰς ἄκρον τὸν λόφον ἀπεργασάμενος αὐτοῦ τὴν κορυφὴν καὶ τὰ κοῖλα τῶν περὶ τὸ τεῖχος ἐμπλήσας ἰσόπεδον τοῖς κατὰ τὴν ἐπιφάνειαν τὴν ἄνω καὶ λεῖον ἐποίησεν. τοῦτ᾽ ἦν τὸ πᾶν περίβολος τεττάρων σταδίων τὸν κύκλον ἔχων, ἑκάστης γωνίας στάδιον μῆκος ἀπολαμβανούσης. [401] ἐνδοτέρω δὲ τούτου καὶ παρ᾽ αὐτὴν τὴν ἄκραν ἄλλο τεῖχος ἄνω λίθινον περιθεῖ, κατὰ μὲν ἑῴαν ῥάχιν ἰσομήκη τῷ τείχει στοὰν ἔχον διπλῆν, ἐν μέσῳ τοῦ νεὼ τετυχηκότος ἀφορῶσαν εἰς τὰς θύρας αὐτοῦ. [402] ταύτην πολλοὶ βασιλεῖς οἱ πρόσθεν κατεσκεύασαν. τοῦ δ᾽ ἱεροῦ παντὸς ἦν ἐν κύκλῳ πεπηγμένα σκῦλα βαρβαρικά, καὶ ταῦτα πάντα βασιλεὺς Ἡρώδης ἀνέθηκεν προσθεὶς ὅσα καὶ τῶν Ἀράβων ἔλαβεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: