previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[365]

Τότε καὶ τὸ τρίτον μέρος ἀφῆκε τῶν φόρων τοῖς ἐν τῇ βασιλείᾳ, πρόφασιν μὲν ὡς ἀναλάβοιεν ἐκ τῆς ἀφορίας, τὸ δὲ πλέον ἀνακτώμενος ἔχοντας δυσμενῶς: κατὰ γὰρ τὴν ἐξεργασίαν τῶν τοιούτων ἐπιτηδευμάτων ὡς ἂν λυομένης αὐτοῖς τῆς εὐσεβείας καὶ μεταπιπτόντων τῶν ἐθῶν χαλεπῶς ἔφερον, καὶ λόγοι δὲ πόντων ἐγίνοντο παροξυνομένων ἀεὶ καὶ ταραττομένων. [366] δὲ καὶ πρὸς τὸ τοιοῦτον πολλὴν τὴν ἐπιμέλειαν ἐπῆγεν, ἀφαιρούμενος μὲν τὰς εὐκαιρίας, ἐπιτάττων δ᾽ ἀεὶ γίνεσθαι πρὸς τοῖς πόνοις, ἦν δ᾽ οὔτε σύνοδος ἐφειμένη τοῖς περὶ τὴν πόλιν οὔτε κοινωνία περιπάτου καὶ διαίτης, ἀλλ᾽ ἐτετήρητο τὰ πάντα. καὶ χαλεπαὶ τῶν φωραθέντων ἦσαν αἱ κολάσεις, πολλοί τε καὶ φανερῶς καὶ λεληθότως εἰς τὸ φρούριον ἀναγόμενοι τὴν Ὑρκανίαν ἐκεῖ διεφθείροντο, κἀν τῇ πόλει κἀν ταῖς ὁδοιπορίαις ἦσαν οἱ τοὺς συνιόντας εἰς ταὐτὸν ἐπισκοποῦντες. [367] ἤδη δέ φασιν οὐδ᾽ αὐτὸν ἀμελεῖν τοῦ τοιούτου μέρους, ἀλλὰ πολλάκις ἰδιώτου σχῆμα λαμβάνοντα καταμίγνυσθαι νύκτωρ εἰς τοὺς ὄχλους, καὶ πεῖραν αὐτῶν, ἣν ἔχουσιν ὑπὲρ τῆς ἀρχῆς, λαμβάνειν. [368] τοὺς μὲν οὖν παντάπασιν ἐξαυθαδιζομένους πρὸς τὸ μὴ συμπεριφέρεσθαι τοῖς ἐπιτηδεύμασιν πάντας ἐπεξῄει τοὺς τρόπους, τὸ δ᾽ ἄλλο πλῆθος ὅρκοις ἠξίου πρὸς τὴν πίστιν ὑπάγεσθαι καὶ συνηνάγκαζεν ἐνώμοτον αὐτῷ τὴν εὔνοιαν μὴν διαφυλάξειν ἐπὶ τῆς ἀρχῆς ὁμολογεῖν. [369] οἱ μὲν οὖν πολλοὶ κατὰ θεραπείαν καὶ δέος εἶκον οἷς ἠξίου, τοὺς δὲ φρονήματος μεταποιουμένους καὶ δυσχεραίνοντας ἐπὶ τῷ καταναγκάζεσθαι πάντα τρόπον ἐκποδὼν ἐποιεῖτο. [370] συνέπειθεν δὲ καὶ τοὺς περὶ Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν καὶ τῶν ἐκείνοις συνδιατριβόντων τοὺς πλείστους ὀμνύειν: οἱ δ᾽ οὔτε συνεχώρησαν οὔθ᾽ ὁμοίως τοῖς ἀρνησαμένοις ἐκολάσθησαν ἐντροπῆς διὰ τὸν Πολλίωνα τυχόντες. [371] ἀφείθησαν δὲ ταύτης τῆς ἀνάγκης καὶ οἱ παρ᾽ ἡμῖν Ἐσσαῖοι καλούμενοι: γένος δὲ τοῦτ᾽ ἔστιν διαίτῃ χρώμενον τῇ παρ᾽ Ἕλλησιν ὑπὸ Πυθαγόρου καταδεδειγμένῃ. [372] περὶ τούτων μὲν οὖν ἐν ἄλλοις σαφέστερον διέξειμι. τοὺς δὲ Ἐσσηνοὺς ἀφ᾽ οἵας αἰτίας ἐτίμα μεῖζόν τι φρονῶν ἐπ᾽ αὐτοῖς κατὰ τὴν θνητὴν φύσιν, εἰπεῖν ἄξιον: οὐ γὰρ ἀπρεπὴς λόγος φανεῖται τῷ τῆς ἱστορίας γένει παραδηλῶν καὶ τὴν ὑπὲρ τούτων ὑπόληψιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: