previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[354]

Ἤδη δ᾽ αὐτοῦ τῆς βασιλείας ἑπτακαιδεκάτου προελθόντος ἔτους Καῖσαρ εἰς Συρίαν ἀφίκετο. καὶ τότε τῶν Γάδαρα κατοικούντων οἱ πλεῖστοι κατεβόων Ἡρώδου βαρὺν αὐτὸν ἐν τοῖς ἐπιτάγμασιν καὶ τυραννικὸν εἶναι. [355] ταῦτα δὲ ἀπετόλμων μάλιστα μὲν ἐγκειμένου καὶ διαβάλλοντος αὐτὸν Ζηνοδώρου καὶ παρασχόντος ὅρκους, ὡς οὐκ ἐγκαταλείψει μὴ πάντα τρόπον ἀφελέσθαι μὲν τῆς Ἡρώδου βασιλείας, προσθήσειν δὲ τῇ διοικήσει τῇ Καίσαρος. [356] τούτοις ἀναπεισθέντες οἱ Γαδαρεῖς οὐ μικρὰν καταβοὴν ἐποιήσαντο θράσει τοῦ μηδὲ τοὺς ὑπὸ Ἀγρίππα παραδοθέντας ἐν τιμωρίᾳ γενέσθαι διιέντος Ἡρώδου καὶ μηδὲν κακὸν εἰργασμένου: καὶ γὰρ εἴ τις καὶ ἄλλος ἐδόκει δυσπαραίτητος μὲν ἐπὶ τοῖς οἰκείοις, μεγαλόψυχος δὲ ἐπὶ τοῖς ἀλλοτρίοις ἁμαρτόντας ἀφιέναι. [357] κατηγορούντων οὖν ὕβρεις καὶ ἁρπαγὰς καὶ κατασκαφὰς ἱερῶν μὲν Ἡρώδης ἀταρακτήσας ἕτοιμος ἦν εἰς τὴν ἀπολογίαν, ἐδεξιοῦτο δὲ Καῖσαρ αὐτὸν οὐδὲν ὑπὸ τῆς ταραχῆς τοῦ πλήθους μεταβαλὼν τῆς εὐνοίας. [358] καὶ κατὰ μὲν τὴν πρώτην ἡμέραν οἱ περὶ τούτων ἐρρέθησαν λόγοι, ταῖς δ᾽ ἑξῆς οὐ προῆλθεν διάγνωσις: οἱ γὰρ Γαδαρεῖς ὁρῶντες τὴν ῥοπὴν αὐτοῦ τε Καίσαρος καὶ τοῦ συνεδρίου καὶ προσδοκήσαντες ὅπερ ἦν εἰκὸς ἐκδοθήσεσθαι τῷ βασιλεῖ, κατὰ φόβον αἰκίας οἱ μὲν ἀπέσφαττον αὑτοὺς ἐν τῇ νυκτί, τινὲς δὲ καθ᾽ ὕψους ἠφίεσαν, ἄλλοι δ᾽ εἰς τὸν ποταμὸν ἐμπίπτοντες ἑκοντὶ διεφθείροντο. [359] ταῦτα δὲ ἐδόκει κατάγνωσις τῆς προπετείας καὶ ἁμαρτίας, ἔνθεν οὐδὲ μελλήσας Καῖσαρ ἀπέλυεν τῶν αἰτιῶν Ἡρώδην. ἐπισυμπίπτει δὲ οὐ μέτριον εὐτύχημα τοῖς ἤδη γεγονόσιν: γὰρ Ζηνόδωρος ῥαγέντος αὐτῷ τοῦ σπλάγχνου καὶ πολλοῦ κατὰ τὴν ἀσθένειαν ὑποχωροῦντος αἵματος ἐν Ἀντιοχείᾳ τῆς Συρίας ἐκλείπει τὸν βίον. [360] Καῖσαρ δὲ καὶ τὴν τούτου μοῖραν οὐκ ὀλίγην οὖσαν Ἡρώδῃ δίδωσιν, μεταξὺ τοῦ Τράχωνος ἦν καὶ τῆς Γαλιλαίας, Οὐλάθαν καὶ Πανιάδα καὶ τὴν πέριξ χώραν. ἐγκαταμίγνυσιν δ᾽ αὐτὴν τοῖς ἐπιτροπεύουσιν τῆς Συρίας ἐντειλάμενος μετὰ τῆς ἐκείνου γνώμης τὰ πάντα ποιεῖν. [361] τό τε σύνολον εἰς τοῦτο προῆλθεν εὐτυχίας, ὥστε δύο τούτων τὴν ἀρχὴν Ῥωμαίων διεπόντων τοσήνδε τὸ μέγεθος οὖσαν, Καίσαρος καὶ μετ᾽ αὐτὸν Ἀγρίππου, κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν Καῖσαρ μὲν οὐδένα μετὰ Ἀγρίππαν Ἡρώδου προετίμησεν, Ἀγρίππας δὲ μετὰ Καίσαρα πρῶτον ἀπεδίδου φιλίας τόπον Ἡρώδῃ. [362] τοσαύτης δὲ ἐχόμενος παρρησίας τῷ μὲν ἀδελφῷ Φερώρᾳ παρὰ Καίσαρος ᾐτήσατο τετραρχίαν αὐτὸς ἀπονείμας ἐκ τῆς βασιλείας πρόσοδον ἑκατὸν ταλάντων, ὡς εἰ καί τι πάσχοι, τὰ κατ᾽ ἐκεῖνον ἀσφαλῶς ἔχειν καὶ μὴ τοὺς υἱεῖς αὐτῆς κρατεῖν. [363] Καίσαρα δ᾽ ἐπὶ θάλατταν προπέμψας ὡς ἐπανῆκεν, ἐν τῇ Ζηνοδώρου περικαλλέστατον αὐτῷ ναὸν ἐγείρει πέτρας λευκῆς πλησίον τοῦ Πανίου καλουμένου. [364] σπήλαιον ἐν ὄρει περικαλλές ἐστιν, ὑπ᾽ αὐτὸ δὲ γῆς ὀλίσθημα καὶ βάθος ἀπερρωγὸς ἄβατον ὕδατος ἀκινήτου πλέον, καθύπερθε δ᾽ ὄρος παμμέγεθες, ὑπὸ δὲ τὸ σπήλαιον ἀνατέλλουσιν αἱ πηγαὶ τοῦ Ἰορδάνου ποταμοῦ. τοῦτον ἐπισημότατον ὄντα τὸν τόπον καὶ τῷ ναῷ προσεκόσμησεν, ὃν ἀφιέρου Καίσαρι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: