previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[168]

Ὑρκανὸς δὲ ἀκούσας ταῦτα πείθεται: προσεξῆψαν δὲ αὐτοῦ τὴν ὀργὴν καὶ αἱ μητέρες τῶν ὑπὸ Ἡρώδου πεφονευμένων: αὗται γὰρ καθ᾽ ἑκάστην ἡμέραν ἐν τῷ ἱερῷ παρακαλοῦσαι τὸν βασιλέα καὶ τὸν δῆμον, ἵνα δίκην Ἡρώδης ἐν τῷ συνεδρίῳ τῶν πεπραγμένων ὑπόσχῃ, διετέλουν. [169] κινηθεὶς οὖν ὑπὸ τούτων Ὑρκανὸς Ἡρώδην ἐκάλει δικασόμενον ὑπὲρ ὧν διεβάλλετο. δὲ ἧκεν τοῦ πατρὸς αὐτῷ παραινέσαντος μὴ ὡς ἰδιώτῃ μετὰ δ᾽ ἀσφαλείας εἰσελθεῖν καὶ φυλακῆς τῆς περὶ τὸ σῶμα, τά τε κατὰ τὴν Γαλιλαίαν ὡς ἐνόμισεν αὐτῷ συμφέρειν ἀσφαλίσασθαι. τοῦτον τὸν τρόπον ἁρμοσάμενος καὶ μετὰ στίφους ἀποχρῶντος αὐτῷ πρὸς τὴν ὁδόν, ὡς μήτε ἐπίφοβος Ὑρκανῷ δόξειε μετὰ μείζονος παραγενόμενος τάγματος μήτε γυμνὸς καὶ ἀφύλακτος, ᾔει πρὸς τὴν δίκην. [170] Σέξστος μέντοι τῆς Συρίας ἡγεμὼν γράφει παρακαλῶν Ὑρκανὸν ἀπολῦσαι τὸν Ἡρώδην ἐκ τῆς δίκης καὶ προσαπειλῶν παρακούσαντι. τῷ δ᾽ ἦν ἀφορμὴ τὸ παρὰ τοῦ Σέξστου γράμμα πρὸς τὸ μηδὲν ἐκ τοῦ συνεδρίου παθόντα ἀπολῦσαι τὸν Ἡρώδην: ἠγάπα γὰρ αὐτὸν ὡς υἱόν. [171] καταστὰς δὲ ἐν τῷ συνεδρίῳ μετὰ τοῦ σὺν αὐτῷ τάγματος Ἡρώδης κατέπληξεν ἅπαντας καὶ κατηγορεῖν ἐθάρρει τὸ λοιπὸν οὐδεὶς τῶν πρὶν ἀφικέσθαι διαβαλλόντων, ἀλλ᾽ ἦν ἡσυχία καὶ τοῦ τί χρὴ ποιεῖν ἀπορία. [172] διακειμένων δ᾽ οὕτως εἷς τις Σαμαίας ὄνομα, δίκαιος ἀνὴρ καὶ διὰ τοῦτο τοῦ δεδιέναι κρείττων, ἀναστὰς εἶπεν: ‘ἄνδρες σύνεδροι καὶ βασιλεῦ, εἰς δίκην μὲν οὔτ᾽ αὐτὸς οἶδά τινα τῶν πώποτε εἰς ὑμᾶς κεκλημένων οὕτω παραστάντα οὔτε ὑμᾶς ἔχειν εἰπεῖν ὑπολαμβάνω, ἀλλὰ πᾶς ὁστισδηποτοῦν ἀφῖκται εἰς τὸ συνέδριον τοῦτο κριθησόμενος ταπεινὸς παρίσταται καὶ σχήματι δεδοικότος καὶ ἔλεον θηρωμένου παρ᾽ ὑμῶν, κόμην τ᾽ ἐπιθρέψας καὶ ἐσθῆτα μέλαιναν ἐνδεδυμένος. [173] δὲ βέλτιστος Ἡρώδης φόνου δίκην φεύγων καὶ ἐπ᾽ αἰτίᾳ τοιαύτῃ κεκλημένος ἕστηκε τὴν πορφύραν περικείμενος καὶ τὴν κεφαλὴν κεκοσμημένος τῇ συνθέσει τῆς κόμης καὶ περὶ αὐτὸν ἔχων ὁπλίτας, ἵνα ἂν κατακρίνωμεν αὐτοῦ κατὰ τὸν νόμον, κτείνῃ μὲν ἡμᾶς, αὐτὸν δὲ σώσῃ βιασάμενος τὸ δίκαιον. [174] ἀλλ᾽ Ἡρώδην μὲν ἐπὶ τούτοις οὐκ ἂν μεμψαίμην, εἰ τὸ αὐτοῦ συμφέρον ποιεῖται περὶ πλείονος τὸ νόμιμον, ὑμᾶς δὲ καὶ τὸν βασιλέα τοσαύτην ἄδειαν αὐτῷ παρασχόντας. ἴστε μέντοι τὸν θεὸν μέγαν, καὶ οὗτος, ὃν νῦν δι᾽ Ὑρκανὸν ἀπολῦσαι βούλεσθε, κολάσει ὑμᾶς τε καὶ αὐτὸν τὸν βασιλέα.’ [175] διήμαρτεν δ᾽ οὐδὲν τῶν εἰρημένων. γὰρ Ἡρώδης τὴν βασιλείαν παραλαβὼν πάντας ἀπέκτεινεν τοὺς ἐν τῷ συνεδρίῳ καὶ Ὑρκανὸν αὐτὸν χωρὶς τοῦ Σαμαίου: [176] σφόδρα γὰρ αὐτὸν διὰ τὴν δικαιοσύνην ἐτίμησεν καὶ ὅτι τῆς πόλεως μετὰ ταῦτα πολιορκουμένης ὑπό τε Ἡρώδου καὶ Σοσσίου παρῄνεσεν τῷ δήμῳ δέξασθαι τὸν Ἡρώδην εἰπὼν διὰ τὰς ἁμαρτίας οὐ δύνασθαι διαφυγεῖν αὐτόν. καὶ περὶ μὲν τούτων κατὰ χώραν ἐροῦμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: