previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[105]

Κράσσος δὲ ἐπὶ Πάρθους μέλλων στρατεύειν ἧκεν εἰς τὴν Ἰουδαίαν καὶ τὰ ἐν τῷ ἱερῷ χρήματα, Πομπήιος καταλελοίπει, δισχίλια δ᾽ ἦν τάλαντα, βαστάσας οἷός τε ἦν καὶ τὸν χρυσὸν ἅπαντα, τάλαντα δ᾽ οὗτος ἦν ὀκτακισχίλια, περιδύειν τοῦ ναοῦ. [106] λαμβάνει δὲ καὶ δοκὸν ὁλοσφύρητον χρυσῆν ἐκ μνῶν τριακοσίων πεποιημένην: δὲ μνᾶ παρ᾽ ἡμῖν ἰσχύει λίτρας δύο ἥμισυ. παρέδωκε δ᾽ αὐτῷ ταύτην τὴν δοκὸν τῶν χρημάτων φύλαξ ἱερεὺς Ἐλεάζαρος ὄνομα, οὐ διὰ πονηρίαν, [107] ἀγαθὸς γὰρ ἦν καὶ δίκαιος, ἀλλὰ πεπιστευμένος τὴν τῶν καταπετασμάτων τοῦ ναοῦ φυλακὴν ὄντων θαυμασίων τὸ κάλλος καὶ πολυτελῶν τὴν κατασκευὴν ἐκ δὲ τῆς δοκοῦ ταύτης κρεμαμένων, ἐπεὶ τὸν Κράσσον ἑώρα περὶ τὴν τοῦ χρυσίου γινόμενον συλλογήν, δείσας περὶ τῷ παντὶ κόσμῳ καὶ τοῦ ναοῦ τὴν δοκὸν αὐτῷ τὴν χρυσῆν λύτρον ἀντὶ πάντων ἔδωκεν, [108] ὅρκους παρ᾽ αὐτοῦ λαβὼν μηδὲν ἄλλο κινήσειν τῶν ἐκ τοῦ ναοῦ, μόνῳ δὲ ἀρκεσθήσεσθαι τῷ ὑπ᾽ αὐτοῦ δοθησομένῳ πολλῶν ὄντι μυριάδων ἀξίῳ. δὲ δοκὸς αὕτη ἦν ἐν ξυλίνῃ δοκῷ κενῇ, καὶ τοῦτο τοὺς μὲν ἄλλους ἐλάνθανεν ἅπαντας, δὲ Ἐλεάζαρος μόνος ἠπίστατο. [109] μέντοι Κράσσος καὶ ταύτην ὡς οὐδενὸς ἁψόμενος ἄλλου τῶν ἐν τῷ ἱερῷ λαμβάνει, καὶ παραβὰς τοὺς ὅρκους ἅπαντα τὸν ἐν τῷ ναῷ χρυσὸν ἐξεφόρησεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: