previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[58]

Ἦν δὲ τῶν ἀνθρώπων ἔνδον στάσις οὐχ ὁμονοούντων περὶ τῶν ἐνεστώτων, ἀλλὰ τοῖς μὲν ἐδόκει παραδιδόναι Πομπηίῳ τὴν πόλιν, οἱ δὲ τὰ Ἀριστοβούλου φρονοῦντες ἀποκλείειν τε καὶ πολεμεῖν παρῄνουν τῷ κἀκεῖνον ἔχεσθαι δεδεμένον. φθάσαντες δὲ οὗτοι τὸ ἱερὸν καταλαμβάνουσι καὶ τὴν τείνουσαν ἀπ᾽ αὐτοῦ γέφυραν εἰς τὴν πόλιν εἰς πολιορκίαν εὐτρεπιζόμενοι. [59] οἱ δὲ ἕτεροι δεξάμενοι τὴν στρατιὰν ἐνεχείρισαν Πομπηίῳ τήν τε πόλιν καὶ τὰ βασίλεια. Πομπήιος δὲ Πείσωνα τὸν ὑποστράτηγον πέμψας σὺν στρατιᾷ τήν τε πόλιν καὶ τὰ βασίλεια ἐφρούρει καὶ τὰς οἰκίας τὰς πρὸς τῷ ἱερῷ καὶ ὅσα ἦν ἔξω περὶ τὸ ἱερὸν ὠχύρου. [60] καὶ τὸ μὲν πρῶτον λόγους συμβατηρίους τοῖς ἐντὸς προσέφερεν, οὐχ ὑπακουόντων δὲ εἰς προεκαλεῖτο τὰ πέριξ ἐτείχιζε χωρία πρὸς ἅπαντα Ὑρκανοῦ προθύμως ὑπηρετοῦντος. Πομπήιος δὲ ἕωθεν στρατοπεδεύεται κατὰ τὸ βόρειον τοῦ ἱεροῦ μέρος, ὅθεν ἦν ἐπίμαχον. [61] ἀνεστήκεσαν δὲ καὶ ἐνταῦθα μεγάλοι πύργοι καὶ τάφρος τε ὀρώρυκτο καὶ βαθείᾳ περιείχετο φάραγγι: ἀπερρώγει γὰρ καὶ τὰ πρὸς τὴν πόλιν τῆς γεφύρας ἀνατετραμμένης ἐφ᾽ οὗ δὴ Πομπήιος καὶ τὸ χῶμα ὁσημέραι ταλαιπωρούμενος ἐγήγερτο τεμνόντων τὴν πέριξ ὕλην Ῥωμαίων. [62] καὶ ἐπειδὴ τοῦτ᾽ εἶχεν ἱκανῶς μόλις πλησθείσης τῆς τάφρου διὰ βάθος ἄπειρον προσβαλὼν μηχανὰς καὶ ὄργανα ἐκ Τύρου κομισθέντα ἐπιστήσας κατήρασσε τὸ ἱερὸν τοῖς πετροβόλοις. [63] εἰ δὲ μὴ πάτριον ἦν ἡμῖν ἀργεῖν τὰς ἑβδομάδας ἡμέρας, οὐκ ἂν ἠνύσθη τὸ χῶμα κωλυόντων ἐκείνων: ἄρχοντας μὲν γὰρ μάχης καὶ τύπτοντας ἀμύνασθαι δίδωσιν νόμος, ἄλλο δέ τι δρῶντας τοὺς πολεμίους οὐκ ἐᾷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: