previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[439]

Αὐτὸς δὲ πρὸς Ἀντώνιον ἔσπευδεν, ἐτύγχανεν γὰρ πολιορκῶν Σαμόσατα τὸ πρὸς τῷ Εὐφράτῃ χωρίον, σὺν ἱππόταις τε καὶ πεζοῖς κατὰ συμμαχίαν αὐτῷ παροῦσιν. [440] παραγενόμενος δ᾽ εἰς Ἀντιόχειαν καὶ πολλοῖς ἐπιτυχὼν ἠθροισμένοις καὶ πρὸς Ἀντώνιον μὲν σπουδὴν βαδίζειν ἔχουσιν, ὑπὸ δέους δὲ διὰ τὸ κατὰ τὰς ὁδοὺς ἐπιτίθεσθαι τοὺς βαρβάρους καὶ πολλοὺς ἀναιρεῖν οὐ τολμῶντας ἐξορμᾶν, παραθαρσύνας αὐτὸς ἡγεμὼν γίνεται τῆς ὁδοῦ. [441] κατὰ δὲ σταθμὸν δεύτερον * τῶν Σαμοσάτων ἐλόχα μὲν αὐτόθι τῶν βαρβάρων ἐνέδρα τοὺς φοιτῶντας πρὸς Ἀντώνιον, δρυμῶν δὲ τὰς εἰσβολὰς τὰς εἰς τὰ πεδία διαλαμβανόντων προλοχίζουσιν αὐτόθι τῶν ἱππέων οὐκ ὀλίγους ἠρεμήσοντας ἕως ἂν εἰς τὸ ἱππήλατον οἱ διεξιόντες ἔλθοιεν. [442] ὡς δ᾽ οἱ πρῶτοι διεξῆλθον, ὀπισθοφυλακεῖ μὲν Ἡρώδης, προσπίπτουσι δὲ ἐξαπιναίως οἱ ἐκ τῆς ἐνέδρας ὄντες εἰς πεντακοσίους, καὶ τρεψαμένων τοὺς πρώτους ἐπιδραμὼν βασιλεὺς τῇ ῥύμῃ τῇ περὶ αὐτὸν παραχρῆμα μὲν ἀνακόπτει τοὺς πολεμίους, ἐπεγείρει δὲ τὸ τῶν οἰκείων φρόνημα καὶ θαρραλέους ἀπεργάζεται, καὶ τῶν πάλαι φευγόντων ἐξ ὑποστροφῆς μαχομένων ἐκτείνοντο πάντοθεν οἱ βάρβαροι. [443] ἐπέκειτο δ᾽ βασιλεὺς ἀναιρῶν καὶ τὰ διηρπασμένα, πολλὰ δ᾽ ἦν σκευοφόρα καὶ ἀνδράποδα, πάντα ἀνασωσάμενος προῄει. [444] καὶ πλειόνων αὐτοῖς ἐπιθεμένων τῶν ἐν τοῖς δρυμῶσιν, οἳ πλησίον τῆς εἰς τὸ πεδίον ἐκβολῆς ἦσαν, καὶ τούτοις προσμίξας αὐτὸς μετὰ στίφους καρτεροῦ τρέπεται καὶ πολλοὺς αὐτῶν ἀποκτείνας ἀδεᾶ τοῖς ἑπομένοις ὁδὸν παρεῖχεν: οἱ δὲ σωτῆρα καὶ προστάτην αὐτὸν ἐκάλουν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: