previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[420]

Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον Ἀντώνιος μὲν διέτριβεν ἐν Ἀθήναις, κατὰ δὲ Συρίαν Οὐεντίδιος Σίλωνα μεταπεμπόμενος ἐπὶ τοὺς Πάρθους ἐπέστελλεν πρῶτον μὲν Ἡρώδῃ συλλαμβάνεσθαι τοῦ πολέμου, ἔπειτα δὲ καὶ ἐπὶ τὸν σφέτερον καλεῖν τοὺς συμμάχους. [421] δ᾽ ἐπὶ τοὺς ἐν τοῖς σπηλαίοις λῃστὰς ἐπειγόμενος Σίλωνα μὲν ἐξέπεμψεν Οὐεντιδίῳ, αὐτὸς δ᾽ ἐπ᾽ ἐκείνους ἐξώρμησεν. [422] ἦν δ᾽ ἐν ὄρεσιν τὰ σπήλαια τελέως ἐξερρωγόσιν καὶ κατὰ τὸ μεσαίτατον ἀποκρήμνους ἔχοντα τὰς παρόδους καὶ πέτραις ὀξείαις ἐμπεριεχόμενα: [423] ἐν δὴ τούτοις μετὰ πάντων τῶν οἰκείων ἐφώλευον. δὲ βασιλεὺς λάρνακας ἐπ᾽ αὐτοὺς πηξάμενος καθίει ταύτας σιδηραῖς ἁλύσεσιν ἐκδεδεμένας διὰ μηχανῆς ἀπὸ κορυφῆς τοῦ ὄρους, μήτε κάτωθεν ἀνιέναι διὰ τὴν ὀξύτητα τοῦ ὄρους δυναμένων μήτε ἄνωθεν καθέρπειν ἐπ᾽ αὐτούς. [424] αἱ δὲ λάρνακες πλήρεις ὁπλιτῶν ὑπῆρχον ἅρπας μεγάλας ἐχόντων, αἷς ἔμελλον ἐπισπώμενοι τοὺς ἀνθεστῶτας τῶν λῃστῶν κτείνειν καταφερομένους. τὴν μέντοι γε κάθεσιν τῶν λαρνάκων σφαλερὰν εἶναι συνέβαινεν κατὰ βάθους ἀπείρου γινομένην: ἔνδον μέντοι καὶ τὰ ἐπιτήδεια παρῆν αὐτοῖς. [425] ὡς δὲ καθιμήθησαν αἱ λάρνακες, ἐτόλμα δ᾽ οὐδεὶς προσελθεῖν τοῖς ἐπὶ τῶν στομίων, ἀλλ᾽ ὑπὸ δέους ἠρέμουν, μάχαιράν τις περιζωσάμενος τῶν ὁπλοφόρων καὶ ταῖν χεροῖν ἀμφοτέραιν δραξάμενος ἁλύσεως, ἀφ᾽ ἧς ἤρτητο λάρναξ, κατῄει ἐπὶ τὰ στόμια δυσχεράνας τὴν τριβὴν τῶν ἐπεξιέναι μὴ τολμώντων. [426] καὶ γενόμενος κατά τι στόμιον πρῶτα μὲν παλτοῖς ἀνακόπτει τοὺς πολλοὺς τῶν ἐπὶ τοῦ στομίου, ἔπειτα ἅρπῃ τοὺς ἀνθεστῶτας ἐπισπασάμενος ὠθεῖ κατὰ τοῦ κρημνοῦ, καὶ τοῖς ἔνδον ἐπεισελθὼν ἀποσφάττει τε πολλοὺς καὶ εἰσελθὼν εἰς τὴν λάρνακα ἡσύχασεν. [427] φόβος δὲ εἶχε τοὺς ἄλλους τῆς οἰμωγῆς ἀκούοντας καὶ περὶ τῆς σωτηρίας ἀπόγνωσις, τὸ μέντοι γε πᾶν ἔργον ἐπέσχεν ἐπεξελθοῦσιν: καὶ πολλοὶ συγχωρήσαντος τοῦ βασιλέως ἐπικηρυκευσάμενοι παρέδοσαν σφᾶς ὑπηκόους εἶναι. [428] τῷ δ᾽ αὐτῷ τρόπῳ καὶ κατὰ τὴν ἐπιοῦσαν ἐχρήσαντο τῇ προσβολῇ, μᾶλλον ἔτι τῶν ἐν τοῖς πήγμασιν ἐπεξιόντων αὐτοῖς καὶ κατὰ θύρας μαχομένων πῦρ τε ἐνιέντων. [429] ἐξαφθέντων τε τῶν ἄντρων, πολλὴ γὰρ ἦν ἐν αὐτοῖς ὕλη, πρεσβύτης τις ἀπειλημμένος ἔνδον σὺν ἑπτὰ τέκνοις καὶ γυναικί, δεομένων τούτων ἐᾶσαι σφᾶς ὑπεξελθεῖν πρὸς τοὺς πολεμίους, στὰς ἐπὶ τοῦ στομίου τὸν ἀεὶ πρῶτον ἐξιόντα τῶν παίδων ἀπέσφαττεν, εἰς πάντας διεχρήσατο, ἔπειτα δὲ καὶ τὴν γυναῖκα, καὶ ῥίψας κατὰ τοῦ κρημνοῦ τοὺς νεκροὺς ἐπικατέβαλεν ἑαυτὸν θάνατον πρὸ δουλείας ὑπομένων. [430] πολλὰ δὲ πρῶτον ὠνείδισεν τὸν Ἡρώδην εἰς ταπεινότητα καί τοι τοῦ βασιλέως, ἦν γὰρ ἄποπτα αὐτῷ τὰ γινόμενα, δεξιάν τε προτείνοντος καὶ πᾶσαν ἄδειαν. τὰ μὲν οὖν σπήλαια τούτων γενομένων ἤδη πάντα ἐκεχείρωτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: