previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[370]

Ἡρώδην δὲ τὸ μέγεθος τῶν περιεστηκότων αὐτὸν κακῶν οὐ κατέπληττεν, ἀλλ᾽ ἐποίει δεινὸν εὑρίσκειν ἐπιβολὰς ἔργων παραβόλων. πρὸς γὰρ Μάλιχον τὸν Ἀράβων βασιλέα πολλὰ πρόσθεν εὐεργετημένον ἀπῄει τὴν ἀμοιβὴν κομιούμενος, ὅτε μάλιστα ἐδεῖτο, χρήματα ληψόμενος εἴτε δάνειον εἴτε δωρεὰν ὡς ἂν πολλῶν παρ᾽ αὐτοῦ τετυχηκότος. [371] οὐ γὰρ εἰδὼς τὰ κατὰ τὸν ἀδελφὸν ἔσπευδεν λυτρώσασθαι παρὰ τῶν πολεμίων αὐτὸν λύτρον ὑπὲρ αὐτοῦ καταβαλὼν νόμισμα ἕως τριακοσίων ταλάντων. ἐπήγετο δὲ καὶ τὸν Φασαήλου παῖδα διὰ ταύτην τὴν αἰτίαν ἑπταετῆ τυγχάνοντα, παρασχὼν αὐτὸν ἐνέχυρον τοῖς Ἄραψιν. [372] ἀγγέλων δ᾽ αὐτὸν ὑπαντησάντων παρὰ τοῦ Μαλίχου, δι᾽ ὧν ἐκέλευσεν αὐτὸν ἀναχωρεῖν: παρηγγελκέναι γὰρ αὐτῷ Πάρθους Ἡρώδην μὴ δέχεσθαι: ταύτῃ δ᾽ ἐχρῆτο προφάσει ὑπὲρ τοῦ μὴ ἀποδοῦναι τὰ χρέα καὶ τῶν ἐν τέλει παρὰ τοῖς Ἄραψιν εἰς τοῦτο ἐναγόντων, ὅπως ἀποστερήσωσιν τὰς παρακαταθήκας, ἃς παρὰ Ἀντιπάτρου λαβόντες ἔτυχον, [373] ἀπεκρίνατο αὐτοῖς οὐδὲν ἐνοχλήσων ἀφικνεῖσθαι πρὸς αὐτούς, μόνον δὲ διαλεξόμενος περὶ τῶν ἀναγκαιοτάτων αὐτῷ πραγμάτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: