previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[337]

Γινομένων δ᾽ ὁσημέραι ἀκροβολισμῶν αὐτοῖς ἀνέμενον οἱ πολέμιοι τὸν ἐκ τῆς χώρας ὄχλον εἰς τὴν καλουμένην πεντηκοστήν, ἑορτὴ δ᾽ ἐστίν, μέλλοντα ἥξειν. [338] τῆς δ᾽ ἡμέρας ἐνστάσης πολλαὶ περὶ τὸ ἱερὸν ἀθροίζονται μυριάδες ἀνθρώπων ὡπλισμένων τε καὶ ἀνόπλων. κατεῖχον δὲ τὴν πόλιν καὶ τὸ ἱερὸν οἱ παρόντες πλὴν τῶν περὶ τὰ βασίλεια: ταῦτα γὰρ σὺν ὀλίγοις στρατιώταις οἱ περὶ Ἡρώδην ἐφρούρουν. [339] Φασάηλος μὲν οὖν τὸ τεῖχος ἐφύλασσεν, Ἡρώδης δὲ λόχον ἔχων ἐπέξεισιν τοῖς πολεμίοις κατὰ τὸ προάστειον, καὶ καρτερῶς μαχεσάμενος πολλάς τε μυριάδας τρέπει, τῶν μὲν εἰς τὴν πόλιν φευγόντων, τῶν δ᾽ εἰς τὸ ἱερόν, ἔστιν δ᾽ ὧν εἰς τὸ ἔξω χαράκωμα: ἦν γάρ τι αὐτόθι: παρεβοήθει δὲ καὶ Φασάηλος. [340] Πάκορος δ᾽ Πάρθων στρατηγὸς σὺν ἱππεῦσιν ὀλίγοις Ἀντιγόνου δεηθέντος εἰς τὴν πόλιν ἔρχεται, λόγῳ μὲν ὡς καταπαύσειεν τὴν στάσιν, τὸ δ᾽ ἀληθὲς συμπράξων ἐκείνῳ τὴν ἀρχήν. [341] Φασαήλου δ᾽ ὑπαντήσαντος καὶ δεξαμένου ξενίᾳ Πάκορος πείθει πρεσβεύσασθαι παρὰ Βαζαφράνην αὐτόν, δόλον τινὰ τοῦτον συντιθείς. καὶ Φασάηλος οὐδὲν ὑπιδόμενος πείθεται μὴ ἐπαινοῦντος Ἡρώδου τοῖς πραττομένοις διὰ τὸ τῶν βαρβάρων ἄπιστον, ἀλλὰ καὶ Πακόρῳ καὶ τοῖς ἥκουσιν ἐπιτίθεσθαι κελεύοντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: