previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[268]

Συνέβη δ᾽ ὑπὸ τὸν αὐτὸν καιρὸν ταραχθῆναι τὰ κατὰ τὴν Συρίαν ἐξ αἰτίας τοιαύτης: Βάσσος Καικίλιος εἷς τῶν τὰ Πομπηίου φρονούντων ἐπιβουλὴν συνθεὶς ἐπὶ Σέξστον Καίσαρα κτείνει μὲν ἐκεῖνον, αὐτὸς δὲ τὸ στράτευμα αὐτοῦ παραλαβὼν ἐκράτει τῶν πραγμάτων, πόλεμός τε μέγας περὶ τὴν Ἀπάμειαν συνέστη τῶν Καίσαρος στρατηγῶν ἐπ᾽ αὐτὸν ἐλθόντων μετά τε ἱππέων καὶ πεζῆς δυνάμεως. [269] τούτοις δὲ καὶ Ἀντίπατρος συμμαχίαν ἔπεμψεν μετὰ τῶν τέκνων κατὰ μνήμην ὧν εὐεργετήθησαν ὑπὸ Καίσαρος καὶ διὰ τοῦτο τιμωρεῖν αὐτῷ καὶ δίκην παρὰ τοῦ πεφονευκότος εἰσπράξασθαι δίκαιον ἡγούμενος. [270] χρονιζομένου δὲ τοῦ πολέμου Μοῦρκος μὲν ἦλθεν ἐκ Ῥώμης εἰς τὴν ἀρχὴν τὴν Σέξστου, Καῖσαρ δ᾽ ὑπὸ τῶν περὶ Κάσσιον καὶ Βροῦτον ἐν τῷ βουλευτηρίῳ κτείνεται κατασχὼν τὴν ἀρχὴν ἔτη τρία καὶ μῆνας ἕξ. τοῦτο μὲν οὖν καὶ ἐν ἄλλοις δεδήλωται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: